13. Ἴσχειν ἀνίατον ἢ πάντως γε δυσίατον, οἷα
14. καὶ ταῖς αἱμοῤῥοΐσιν ἐπιγίνεται. λεγόντων δ’ ἡμῶν ὡς οἱ
15. τῶν κώλων δεσμοὶ τὸ πλῆθος εἰς ἑαυτοὺς ἀγαγεῖν εἰσὶν
16. ἱκανοὶ χωρὶς τῆς φλεβοτομίας, ἀδύνατον ἔφασκεν εἶναι
17. γενέσθαι τοῦτο κατὰ τὰς πληθώρας, ἐφ’ ὧν αὐτὸς ὁ
1. Ἐρασίστρατος ἔφη παραπίμπρασθαι βραχίονάς τε καὶ χεῖρας
2. καὶ κνήμας, τοῦτο γάρ τοι τὸ παραπίμπρασθαι γίνεσθαι διὰ
3. πλῆθος τοῦ αἵματος τεινομένων τῶν ἀγγείων. πῶς οὖν ἔτι
4. δυνατὸν εἰς αὐτὰς μεταστῆσαι τὸ κατὰ βάθος, ὁπότε φαίνεται
5. καὶ τὸ χωρὶς ἐκείνου κινδυνεύειν ἤδη ῥαγῆναι; καὶ μὴν
6. Ἐρασίστρατον γεγράφαμεν ἐπαινεῖν Χρύσιππον, οὐ μετὰ τοῦ
7. διωρίσθαι τὸν λόγον, ὡς νῦν ποιήσω, γράψας, ἀλλ’ ἁπλῶς
8. ἀποφηνάμενος. ἔχει γὰρ ἡ λέξις ὧδε. ἀποδέσεις δὲ ποιεῖσθαι
9. ἐρίοις παρ’ αὐτὰ τὰς μασχάλας καὶ τοὺς βουβῶνας. ἀποδέσεις
10. ἔφη ποιεῖσθαι, μηδὲν ἔτι προσθεὶς τῷ λόγῳ πότερον ἐπὶ μὲν
11. τῶν πληθωρικῶν οὐδὲν μὲν ἀνήσει τὸ βοήθημα, τοὺς δὲ
12. ἄλλους ὠφελήσει, ἀλλ’ ἁπλῶς ἀποφηνάμενος ἵν’ ἐπὶ πάντων
13. σκοπῶμεν. τί γὰρ, ἔφη, προσέθηκεν ἐπὶ πάντων ἀκούσωμεν
14. οὑτωσί πως γράψας· ἀποδέσεις ποιεῖσθαι, ἐρειδέων ἐπὶ πάντων·
15. ἀλλ’ ἁπλῶς εἶπεν, ἀποδέσεις ποιεῖσθαι ἐρίοις παρά τε
16. τὰς μασχάλας καὶ τοὺς βουβῶνας, ὡς ἡμῶν δυναμένων νοεῖν
17. ἐπ’ ἐκείνων εἰρῆσθαι τὸν λόγον, ἐφ’ ὧν ἐστὶ δυνατὸν εἰς τὰ
1. κῶλα μεταχθῆναι τοῦ αἵματος. ὡς ἐφ’ ὧν ἀδύνατον, οὐδὲ
2. ἐπιχειρητέον ἐστὶ τοῖς τῶν κώλων δεσμοῖς. τί δή ποτ’ οὖν,
3. ἔφαμεν, οὐκ αὐτὸ τοῦτο ἔγραψεν ὁ Ἐρασίστρατος ὡς σὺ νῦν
4. εἶπες; ὡς ἐπὶ μὲν τῶν οὕτω πληθωρικῶν, ἐν οἷς παραπίμπρανται
5. βραχίονές τε καὶ κνήμαις καὶ πήχεις, αἵματος ἀφαιρεῖν
6. προσήκει, τῶν δ’ ἄλλων διαδεῖν τὰ κῶλα; ὅτι, ἔφην,
7. ἀνθρώποις ἔγραψεν οὐ κοινοῖς δυναμένοις τὰ ἀκόλουθα γνῶναι
8. καὶ πρᾶξαι ταῦτα, καὶ μηδὲ ἐπιχειρεῖν ὅλως ἀδυνάτοις.
9. μὴ δεῖν κελεύεις οὖν ἡμᾶς, ἔφαμεν, ὅταν μέν ποτε πληθωρικὴ
10. διάθεσις ᾖ κατὰ τὸ σῶμα, κᾂν Ἐρασίστρατος μὴ γράψῃ φλεβοτομίαν.
11. ἐναργὲς γάρ ἐστι τοῦτο καὶ φαίνεσθαι σαφῶς
12. ἅπασι καὶ διὰ τοῦτο μηδ’ ὑπ’ Ἐρασιστράτου γεγράφθαι, τὰς
13. ἄλλας διαθέσεις ὅσαι χωρὶς πληθώρας εἰσὶν Ἐρασίστρατος
14. ἔγραψεν ἰᾶσθαι. τὸν δὲ πνεύσαντα πρὸς ταῦτα πρώτης
15. μὲν ἐπακοῦσαι τῆς ἐκ τοῦ τρίτου περὶ πυρετῶν ἠξίωσα ῥήσεως.
16. ἐφεξῆς δὲ καὶ τῆς ἐκ τοῦ προτέρου τῶν ὑγιεινῶν. ἔστι
17. δὲ ἡμῖν ἐκ τοῦ τρίτου τῶν πυρετῶν ἥδε· περὶ μὲν οὖν τὰς
1. ἀρχὰς τῶν ἀῤῥωστιῶν καὶ τὰς τῶν φλεγμονῶν γενέσεις
2. ἀφαιρετέον ἂν εἴη πᾶσαν προσφορὰν ῥοφημάτων τε καὶ
3. σιτίων. γίγνονται γὰρ ὡς τὸ πολὺ αἱ τοὺς πυρετοὺς ποιοῦσαι
4. τῶν φλεγμονῶν διὰ πληθώρας. διδομένων οὖν ἐν τοῖς
5. τοιούτοις καιροῖς προσφορῶν καὶ πέψεως καὶ ἀναδόσεως, τὰς
6. κατ’ αὐτὰς ἐνεργείας ἀποδιδουσῶν πληρουμένων ἀγγείων τῆς
7. τροφῆς, ἐπιπλέον τε καὶ ἰσχυροτέρας συμβήσεται τὰς φλεγμονὰς
8. γίνεσθαι. ἐν τούτῳ τῷ λόγῳ σαφῶς ὁ Ἐρασίστρατος
9. ἔγραψέ τε τὸ τῆς πληθώρας ὄνομα καὶ θεραπείαν αὐτῆς διδάσκων
10. ἀσιτίας μὲν ἐμνημόνευσε, φλεβοτομίαν δὲ ἐσιώπησε.
11. ὥστε καὶ τετράκις ἐψεύσω βέλτιστε, πρὸς τὸν Ἐρασιστράτειον
12. ἔφην, ἐπειδὴ φαίνεται καὶ θεραπείας πληθώρας ὁ Ἐρασίστρατος
13. γράψας. οὕτω δὲ κᾀν τῷ προτέρῳ τῶν ὑγιεινῶν
14. μετὰ τοῦ προειπεῖν ὅπερ ἄν τις γνωρίζοι πληθώρας ἐφεξῆς
15. ἰάματα γράφων, πάντων μᾶλλον ἢ φλεβοτομίας ἐμνημόνευσεν.
16. ἔχει δὲ ἡ ῥῆσις ὧδε· μεγίστην δὲ ἔχειν τισὶν εἰς ὑγείας φυλακὴν,
17. ὡς ἔμπροσθεν συμβαλλόμενον τὸ γνῶναί τε καὶ φυλάξεσθαι
1. δύνασθαι τὴν κατὰ πληθώραν διάθεσιν. δι’ ὧν μὴ
2. δεῖ μάλιστα μὲν ἀρχομένης αὐτῆς διαλύειν· εἰ δὲ μὴ, προσελθούσης
3. πρὸ τοῦ ἀρχὴν ἀῤῥωστίαν ποιῆσαι. πλείους δὲ
4. τρόποι τοῦ διαλύειν τὴν τοιαύτην διάθεσιν εἰσὶν καὶ οὐχ
5. οἱ αὐτοὶ πᾶσιν ἁρμόζουσιν, περὶ ὧν ἂν ἐφεξῆς εἴη τοῦ
6. λέγειν. τοῖς μὲν οὖν εἰθισμένοις διαπονεῖν τῶν σωμάτων
7. κράτιστον ἂν εἴη, τοὺς συνήθους πόνους μικρῷ πλείους
8. ποιοῦνται διαλύειν πειρᾶσθαι τὴν τοιαύτην διάθεσιν, μετὰ
9. δὲ τὰ γυμνάσια ἱδρῶτάς τε ἐν βαλανείῳ ἐκκρίνειν ἢ διὰ
10. πυριάσεως ἐξηράνθαι σύνηθες καὶ λουτρῷ πλείονι χρῆσθαι,
11. καὶ μετὰ ταῦτα πάντα ἐν ἡσυχίᾳ πλείονι γίνεσθαι πλείω
12. χρόνον μηδὲν προσφερόμενον. οὗτος γὰρ καιρὸς μάλιστα
13. συναιρεῖ τὴν πληθώραν ὁ ἀπὸ τῶν γυμνασίων καὶ τοῦ
14. λουτροῦ, ἐὰν μηδενὸς προσενεγκάμενός τις ἡσυχάζει πλέον
15. χρόνον μετὰ ταῦτα, ἄριστον μὲν ἀφαιρεῖσθαι, τὸ δὲ δεῖπνον
16. ἔλασσον λαμβάνειν καὶ ὄγκους ἀτρόφους εἷναι τοὺς
17. προσφερομένους. εἴη δ’ ἂν τοιαῦτα λαχάνων τε γένη
1. ὠμῶν καὶ ἑφθῶν καὶ κολοκύνται καὶ συκιοὶ, πέπονές τε οἱ
2. ἁπαλοὶ καὶ σῦκα χλωρὰ καὶ τῶν ὀσπρίων τινὰ μετὰ λαχάνων
3. ἑψόμενα, ἄρτος τε μὴ πεπονημένος. ἅπαντα γὰρ τὰ
4. τοιαῦτα τὴν μὲν κοιλίαν εὐέκκριτον ποιοῦσι, τὰ δὲ ἀναδιδόμενα
5. ἀπ’ αὐτῶν οὐδὲ πολλὰ οὐδὲ ἰσχυρά ἐστι. κρεῶν καὶ
6. ἰχθύων καὶ τῶν ἑψημάτων τῶν μετὰ γάλακτος χόνδρου τε
7. καὶ ἀμύλου καὶ πάντων τῶν τοιούτων, ἀφεκτέον ἐν τῷ
8. εἰρημένῳ καιρῷ ἢ ὀλίγοις παντάπασι. χρῆσθαι δὲ τῇ ἀγωγῇ
9. τῆς ἐπιμελείας ταύτης, ὡς ἂν ἀσφαλῶς καθαιρεθῇ ἡ γενομένη
10. πληθώρα. οἷς δὲ μὴ σύνηθες τὸ μὴ διαπονεῖν τῷ
11. σώματι οὐκ ἐπιτήδειον γυμνάσια πλείω ἐμβάλλειν. ταῦτα
12. γὰρ ὁμοίως τοῖς πλείστοις ἀσφαλεῖς ποιεῖται τὰς κενώσεις.
13. χρήσιμον δὲ πᾶσι κοινὸν ὅσοι τυγχάνουσιν εὐεμεῖς ὄντες,
14. τοὺς ἀπὸ τοῦ δείπνου ἐμέτους ποιεῖσθαι, ἐὰν μὴ πρός τι
15. ἄλλο ἀνάρμοστοι ὦσι, μὴ πολὺν χρόνον διαλείποντας ἀπὸ
16. τῆς προσφορᾶς, ἵνα μετέωρά τε τὰ σιτία λαμβάνονται
17. πρὸς τὸ ἐμεῖν καὶ μὴ πολὺ πρὸ τοῦ ἐμεῖν τὰ ἀναδιδόμενα
1. ἀπ’ αὐτῶν. τῇ δὲ ὑστεραίᾳ ἀριστᾷν τε καὶ ἱδρῶτας καὶ
2. λουτρὰ ποιεῖσθαι. κενωθέντος δὲ τοῦ σώματος καὶ τῆς
3. πληθώρας ἀποκατάστασιν λαβούσης, συντόμως ἐπὶ τὰ εἰθισμένα
4. ἐπαναγαγεῖν. ἔν τε οὖν τούτῳ τῷ λόγῳ πάντα σαφῶς
5. ὁ Ἐρασίστρατος ἐδήλωσεν· ἄλλοις μὲν τοῖς βοηθήμασιν
6. ἑαυτὸν χρώμενον ἐπὶ τῆς πληθωρικῆς διαθέσεως, οὐ
7. χρώμενον, φλεβοτομίᾳ καὶ πάλιν ἐν τοῖς κατωτέρω τοῦ
8. συγγράμματος, ἔνθα φησίν· ἐννοεῖν δὲ χρὴ καὶ τὰ τοιαῦτα
9. διότι οὐ πάντες ἄνθρωποι ἐπὶ ταῦτα φέρονται πάθη,
10. ἀλλὰ γενομένου περὶ πλείους τοῦ αὐτοῦ συμπτώματος,
11. λέγω δὲ πληθώρας, οἷς πᾶσιν ἐπὶ τοὺς τόπους εἴθισται ἡ
12. ὁρμὴ γίγνεσθαι, ἀλλὰ τοῖς μὲν ἐπὶ τὸ ἧπαρ, ἐνίοις δὲ ἐπὶ
13. τὴν κοιλίαν, ἄλλοις δὲ εἰς ἐπιληπτικὰ πάθη, τοῖς δὲ ἐπὶ
14. τὰ ἄρθρα. ἕκαστον οὖν δεῖ συνθρωτὰ εἰθισμένα ἑαυτῷ
15. συμβαίνειν τὴν ἁρμόζουσαν φυλακὴν γιγνομένοις πάθεσι
16. ποιεῖσθαι. οὐ γὰρ ὡσαύτως φυλακτέον τῷ εἰθισμένῳ εἰς
17. ἐπιληπτὸν φέρεσθαι καὶ τῷ εἰς αἱμοπτυικὰ, ἀλλὰ τῷ μὲν
1. εἰς πόνους ἀφειδῶς δοτέον, τῷ δὲ φυλακτέον τὰ ἐπιπονώτερα
2. γυμνάσια. κίνδυνος γὰρ ἂν ἦν ἐν τῷ διαπονεῖν ἀρχὴν
3. ῥήξεως γενέσθαι. ὁμοίως τῷ μὲν εἰς ἐπιληπτικὰ φερομένῳ
4. ἀφειδῶς αὐτὸν διδόναι εἰς ἀσιτίαν τε καὶ ὀλιγοσιτίαν. τὰ
5. δὲ πλείω λουτρὰ καὶ μεταβολὴν ἰσχυρὰν ποιοῦντα φυλακτέον.
6. τῷ δὲ ἐπὶ νεφριτικὰ πάθη φερομένῳ σιτία μὲν
7. ἐλαφρὰ ποιεῖν, λουτροῖς δὲ ἀφειδῶς χρῆσθαι, τό τε πινόμενον
8. οὐκ ἐπιτήδειον συστέλλειν, ἵνα μὴ δριμέων τῶν
9. οὔρων γινομένων, ἀναδάκνονται οἱ τόποι δι’ ὧν φέρεται
10. ἡ ἔκκρισις, ἐργῶδές τε καὶ τὸ διαπονεῖν πλείω τοῖς τοιούτοις.
11. οἷς δὲ ἐπὶ σπλῆνα ἢ τὸ ἧπαρ εἴθισται φέρεσθαι,
12. κόπους τε καὶ ψυχρολουσίαν εὐλαβητέον, ἀσιτίαις τε
13. καὶ ὀλιγοποσίαις καὶ λουτροῖς τὸ ἐπίπαν τὴν φυλακὴν
14. ποιεῖσθαι.
⟨
(De venae sect. adv. Erasistrateos Romae deg.) [n° 072 Fichtner]
De venae sectione adversus Erasistrateos Romae degentes
Περὶ φλεβοτομίας πρὸς Ἐρασιστρατείους τοὺς ἐν Ῥώμῃ
Saignée contre les Érasistratéens de Rome
Bloodletting, against the Erasistrateans at Rome (Ven. Sect. Er. Rom.)
, 1970.
De venae sectione adversus Erasistrateos Romae degentes, 1826, vol. 11, p. 187-249. urn:cts:greekLit:tlg0057.tlg069.verbatim-lat1
Brain, 1986 (eng).
De venae sectione adversus Erasistrateos Romae degentes, 8, ed. Kühn, 1826, vol. 11, p. 233-240. urn:cts:greekLit:tlg0057.tlg069.1st1K-grc1:8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩