Galenus. De venae sectione adversus Erasistrateos Romae degentes (De venae sect. adv. Erasistrateos Romae deg.) [n° 072 Fichtner]

Περὶ φλεβοτομίας πρὸς Ἐρασιστρατείους τοὺς ἐν Ῥώμῃ
Saignée contre les Érasistratéens de Rome
Bloodletting, against the Erasistrateans at Rome (Ven. Sect. Er. Rom.)
, 1970.
De venae sectione adversus Erasistrateos Romae degentes, 1826, vol. 11, p. 187-249. urn:cts:greekLit:tlg0057.tlg069.verbatim-lat1
Brain, 1986 (eng).

De venae sectione adversus Erasistrateos Romae degentes, 9, ed. Kühn, 1826, vol. 11, p. 240-249. urn:cts:greekLit:tlg0057.tlg069.1st1K-grc1:9

 

15. Ἐν τούτοις πάλιν ὁ Ἐρασίστρατος ἐναργῶς
16. ἐνεδείξατο τὴν αὐτοῦ γνώμην. ἄγε τοὺς ἐκ πληθώρας
17. ἤτοι γ’ αἷμα πτύσειν μέλλοντας, ἢ τοῖς ἐπιληπτικοῖς ἁλώσεσθαι
1. πάθεσι, οὔτε διὰ τῶν ἰσχυρῶς καθαιρόντων φαρμάκων
2. ἐπεχείρησε κενοῦν, ἀλλ’ οὐδὲ διὰ πλήθους τρίψεως
3. ἀσθενεστέρου μὲν ἢ κατ’ αὐτὰ βοηθήματος, ἰσχυροτέρου δὲ
4. οὐ σμικρῷ μόνης τῆς ἀσιτίας. πλήθει γοῦν τρίψεως ἐνίους
5. τῶν τοιούτων ἐκενώσαμεν ὑπὸ μαλακείας ψυχῆς, οὔτε καθαῖρον
6. φάρμακον ὑπομένοντας λαβεῖν οὔτε ἐπιτρέποντας τέμνειν
7. τὴν φλέβα. καὶ εἴπερ ἦν ἱκανὸν ἐπὶ πάντων τὸ βοήθημα
8. τοῦτο, τάχα ἄν τις ἀντὶ φλεβοτομίας αὐτῷ χρῆσθαι διηνεκῶς
9. ἐδύνατο. νῦν δὲ ἐστὶν ὅτε μικρότερον εὑρίσκεται τῆς κατὰ
10. τὸ σῶμα πληθώρας καὶ μάλιστ’ ἀηθῶν τρίβεσθαι κοπώδεσιν
11. αὐτίκα διαθέσεσιν ἁλισκομένων, ἢν ἐπιπλέον τριφθῶσιν. ἔνιοι
12. δὲ πυκνὸν καὶ σκληρὸν ἔχουσι τὸ δέρμα, κᾂν πλείστη τρίψις
13. προσαχθῇ, κένωσις βραχυτάτη γίνεται. εἰ δέ τις ἰατρὸς ἐπιμελῶς
14. ὁμιλήσει τοῖς ἔργοις τῆς τέχνης αὐτῇ τῇ πείρᾳ διδαχθεὶς,
15. οἶδεν ὅπως ἐπικαλεῖται παροξυσμὸν ἐπιληπτικὸν ἡ τοῦ στομάχου
16. κένωσις. ἔγνω δὲ καὶ τοὺς ἐπὶ κακοπραγίᾳ μόνῃ
17. στομάχου ταῖς ἐπιληψίαις ἁλισκομένους, ὧν ἔνιοι
1. βλάπτονται μεγάλως ὑπὸ τῆς ἀσιτίας, ὥσπερ γε καὶ Διόδωρος
2. ὁ γραμματικός. οὗτος γὰρ εἴ ποτε κατά τινα περίστασιν
3. γραμμάτων ἐπιπλέον ἄσιτος διετέλεσεν, ἐπιληπτικὸς
4. ἐσπᾶτο. καὶ τοίνυν ἐπενοήσαμεν αὐτῷ βοηθήματι περὶ
5. τρίτην ὥραν ἢ τετάρτην ἄρτον προσλαμβάνειν ἐξ οἴνου
6. κεκραμένου. καὶ τούτῳ χρώμενος ἐτῶν ἤδη πολλῶν ὑγίαινε,
7. μόνου φροντίζων ἑνὸς τοῦ πέπτειν ὅτι κάλλιστα τὴν ἐπὶ
8. τῷ δείπνῳ τροφήν. καὶ ποτὲ διά τινα χρείαν πολιτικὴν
9. ἀναγκασθεὶς ἐπὶ τῆς ἀγορᾶς ἕως μεσημβρίας ἄσιτος
10. διατρῖψαι, καταπεσὼν ἐσπάσθη. οὗτος μὲν οὖν, ὡς ἔφην,
11. ἐπὶ τῷ στομάχῳ κακοπραγοῦντι ταῖς ἐπιληψίαις ἡλίσκετο.
12. τοὺς δὲ ἄλλους εἰ καὶ μὴ μόνους, ἀλλ’ ὅταν ἐπιτηδείως
13. ἔχῃ, συμπαροξύνει τε κἀξέλκει διὰ ταχέων ὁ στομαχὸς
14. βλαβεὶς εὔδηλον. ἔστι δ’ ὅτε τὸ στόμα τῆς γαστρὸς ὀνομάζεται
15. στόμαχος ὑπὸ τῶν ἰατρῶν. ἐν ταύταις ταῖς διαθέσεσι
16. καὶ πολλοῖς γε ἤδη πρὸ ἡμῶν ἐγνώσθησαν αἱ τοιαῦται
17. διαθέσεις ὑπὲρ ὧν ἑτέρωθι κάλλιον εἰπεῖν. ἐν δὲ τῷ
1. παρόντι μέχρι τοσούτου λελέχθαι, μετρίως δηλούντων ἡμῶν
2. ὅτι πολλοὶ τῶν ἐπιλήπτων ὑπὸ τῶν μακροτέρων ἀσιτιῶν
3. κακούμενοι τὸν στόμαχον ἐξ αὐτοῦ τούτου παροξύνονται.
4. ὑποκείσθω τοίνυν ὁ μὲν ἄνθρωπος εἶναι πληθωρικὸς
5. οὕτως ὡς παραπεπρῆσθαι βραχίονάς τε καὶ τὰ περὶ μηροὺς
6. καὶ κνήμας, ἡ δ’ ὥρα τοῦ ἔτους ἔαρ εἰσβαλὸν, οὐδὲ γὰρ
7. οὐδὲ αὐτὴ σπάνιος ὑπόθεσις, ἀλλ’ ἡμεῖς μὲν καὶ πάνυ
8. πολλάκις ἐθεασάμεθα διακειμένους οὕτως ἀνθρώπους ἐν
9. ἐκείνῳ τῷ καιρῷ. προσυποκείσθω δὲ καὶ τρίψεων εἶναι καὶ
10. γυμνασίων ἀήθης ὁ τοιοῦτος, ὑπό τε τῆς ἀσιτίας κακούμενος,
11. εἶτα ζητῶμεν ὅπως αὐτὸν κενώσωμεν. ἆρά γε λουτροῖς
12. πλείοσιν ἢ γυμνασίοις ἢ τοῖς ἀπὸ δείπνων ἐμέτοις
13. ἢ ἀσιτίαις; ταῦτα γάρ ἐστιν Ἐρασιστράτῳ πλήθους ἰάματα.
14. γυμνάσια μὲν οὖν οὐδὲ αὐτὸς ἀξιοῖ χρῆσθαι τοὺς ἀήθεις.
15. λουτρῶν δὲ εἴργει πάντας ἁλῶναι πάθεσιν ἐπιληπτικοῖς.
16. εἴρξει δ’, οἶμαι, καὶ τῶν ἐμέτων αὐτοὺς ἐναργῶς πληρούντων
17. κεφαλὴν. ἡ δ’ ἀσιτία μόνη τῶν οὕτω πεπληρωμένων 
1. ὡς τάσεως σφόδρα αἰσθάνεσθαι κατὰ τὰ σκέλη καὶ τὰς
2. χεῖρας οὐχ ἱκανὴ κενοῦν αὐτάρκως μετὰ τοῦ καὶ βλάπτειν
3. ἰσχυρῶς, εἰ τὸν στόμαχον ἔχοιεν εὐπαθῆ. πῶς οὖν αὐτὸν
4. κενώσομεν; ἆρά γε μόναις τρίψεσιν, ὧν οὐδ’ ὅλως ἐμνημόνευσεν
5. Ἐρασίστρατος; ἀλλὰ τοῖς ἀήθεσιν οὐχ οἷόν τε τρίψιν
6. τοσαύτην προσφέρειν ὡς αὐτάρκως κενῶσαι· ἢ διαδήσωμεν
7. αὐτὸν ἐρίοις; ὅπερ οὐδὲ ὅλως εἶπεν ὁ Ἐρασίστρατος
8. ἐνταῦθα, καίτοι γε ἐν τῷ περὶ αἵματος ἀναγωγῆς εἶπεν.
9. ὑποκείσθω δ’, ὡς εἴρηκεν, ἐκ περιουσίας ἡ σκέψις γένηται.
10. ἀλλ’ εἴρηται καὶ πρόσθεν ὡς ἀνιαρόν τε ἀλλὰ καὶ ἀδύνατον
11. εἶναι τὸ βοήθημα τοῦτο, τοὺς εἰς τοσοῦτο πληθώρας
12. ἥκοντας ὡς εἰς τὰ κῶλα πιπρᾶσθαι νομίζειν. οὐδὲ ἐκεῖνο
13. δυνατὸν εἰπεῖν, ὅπερ ἐν τῷ περὶ αἵματος ἀναγωγῆς ὁ Ἐρασίστρατος
14. ἔγραψεν, ὡς ἐχόμενός τε περὶ τὴν ἀναγωγὴν
15. ὁ κατὰ τὴν φλεγμονὴν κίνδυνος ἐστίν. ἐν ᾧ τῶν ἀσιτιῶν
16. ἀναγκάζει, ὡς παραλαμβανομένων οὐ χρὴ τῇ φλεβοτομίᾳ
17. προσκαταλελύσθαι τὴν δύναμιν. οὐδεμία γὰρ ἀνάγκη
1. φλεγμονὴν ἀκολουθῆσαι τῇ πληθώρᾳ φθασάντων αὐτὴν
2. κενῶσαι. ἀλλά τοι καὶ τούτου τοῦ πιθανοῦ μὲν οὐ μὴν
3. ἀληθοῦς κατὰ τὴν τῶν ὑγιεινῶν πραγμάτων ἐκποδῶν ὄντος,
4. ὅμως ὁ Ἐρασίστρατος οὐκ ἐτόλμησεν ἐκκενῶσαι διὰ φλεβοτομίας,
5. τὸ μέλλον ἤτοι γ’ ἐπιληψίαν ἢ αἵματος ἀναγωγὴν
6. ἐργάζεσθαι πλῆθος. οὕτως ἄρα προκείμενόν ἐστιν αὐτὸ
7. διαφυλάττειν ἀεὶ τὸ τοῦ Χρυσίππου καὶ μὴ φλεβοτομίᾳ
8. χρῆσθαι, μήτε τινι τῶν ἰσχυρῶς καθαιρόντων φαρμάκων.
9. ἐνῆν γοῦν καὶ διὰ φλεβοτομίας, ἀλλὰ καὶ διὰ καθάρσεώς
10. γέ τινος ἐκκενῶσαι τὸ πλῆθος. οὐ μήν γε ὁ Ἐρασίστρατος
11. ἔγραψεν ὑπὲρ αὐτῶν, ὥσπερ γε οὐδὲ ἐν τοῖς περὶ παραλύσεως
12. ἢ περὶ ποδάγρας. αἰτιᾶται μὲν γὰρ κἀκεῖ τὴν
13. πληθώραν, οὔτε δὲ φλεβοτομίας οὐδέ τινι τῶν δραστηρίων
14. χρῆται καθαρτικῶν φαρμάκων. ἔτι δὲ ἐναργέστερον ἐδήλωσε
15. τὴν ἑαυτοῦ γνώμην ἐν τῷ περὶ αἵματος ἀναγωγῆς, ἐν
16. ἐκείνῳ τῷ μέρει τοῦ γράμματος ἔνθα φασὶν ἐνίους τῶν
1. ἀνθρώπων εἰς κίνδυνον ἥκειν αἵματος ἀναγωγῆς ἐπισχεθείσης
2. αὐτοῖς συνήθους ἐκκρίσεως. μεμνημένος γὰρ ἅμα ταῖς
3. ἄλλαις ἐπισχέσεσι καὶ τῆς τῶν ἄλλων αἱμοῤῥοΐδων ἀφαιρέσεως,
4. οὐχ ἁπλῶς εἶπεν ὅτι κενοῦν χρὴ τοὺς τοιούτους,
5. ἀλλὰ κατ’ εἶδος ἔγραψε τὰ κενωτικὰ βοηθήματα, καθάπερ
6. ἐν τοῖς ἄλλοις βιβλίοις, οὕτω κἀνταῦθα τὰ δοκοῦντα
7. αὐτῷ πάντα χωρὶς τῆς φλεβοτομίας. ἔχει δὲ ἡ ῥῆσις ὧδε·
8. τοῖς μὲν οὖν νῦν ἐνεστῶσιν οἷς ἔκκλυσις αἵματος πλείων
9. εἴθισται γίγνεσθαι, ἐκκρίσεις ἁρμόττοιεν ἂν οὐρήσεών τε
10. καὶ ἱδρώτων. ἁρμόζει δὲ καὶ συστολὴ τῶν προσφερομένων
11. καὶ περιπάτων πλῆθος ἐπιπέδων μὴ ταχέων. ἐν τούτοις
12. πάλιν ἱδρῶσιν καὶ οὔροις καὶ ἀσιτίαις καὶ περιπάτοις ἐκκενῶν
13. τὸ πλῆθος, οὐ χρῆται φλεβοτομίᾳ. καὶ μὴν εἰ μήτε
14. πρὶν γενέσθαι τὴν φλεγμονὴν μήτε γενομένης ἢ ὑποπτευομένοις
15. ἔσεσθαι παραλαμβάνειν φλεβοτομίαν ὡσαύτως
16. ἐδήλωσε δι’ ἑνὸς τούτου βιβλίου, περιττὸν ἦν κατ’ ἄλλην
17. πραγμάτων αὐτὸν μνημονεύειν φλεβοτομίας, ἐν ᾗ φλεγμονὴν
1. ἤτοι γεγενημένην ἤδη θεραπεύει, καθάπερ ἐν τῇ περὶ τῶν
2. πυρετῶν, ἢ μέλλουσαν, ἢ ὑποπτευομένην, ἢ ἀρχομένην ὡς
3. ἐν ταῖς ἄλλαις. ἀλλ’ οὐδὲν τούτων ὁρῶντες ἔνιοι τῶν
4. Ἐρασιστρατείων εἴπερ φασὶ ὡς κενωτικοῦ τε βοηθήματος
5. χρῆται τῇ φλεβοτομίᾳ. καὶ γὰρ Ἐρασιστράτου σαφῶς εἰρηκότος
6. αὐτὸ τὸ ἐναντιώτατον. ἐπειδὴ γάρ φησι κατὰ τὸν
7. φλεγμονῆς καιρὸν οὐκέτι ῥᾴδιον προσφέρειν σιτία τούτῳ
8. μὴ χρῆσθαι φλεβοτομίᾳ μελλούσης ἔσεσθαι φλεγμονῆς. ὁ
9. τοίνυν λόγος οὗτος ἄντικρυς ἐνδείκνυται φυλάττεσθαι φλεβοτομίαν,
10. ἐφ’ ὧν μέλλομεν ἀσιτίαν συμβουλεύειν. οὐκ
11. οὖν ἐνδέχεται καθ’ ἕνα καὶ τὸν αὐτὸν ἄῤῥωστον ἄμφω
12. παραλαμβάνειν τὰ βοηθήματα, τὴν ἀσιτίαν καὶ τὴν φλεβοτομίαν.
13. ὥστε εὔδηλον εἴποθ’ εὕροι Ἐρασίστρατος συμβουλεύοντος
14. τὴν ἀσιτίαν μὴ χρῆσθαι τηνικαῦτα φλεβοτομίᾳ,
15. διὰ τοῦτο γοῦν οὐδὲ ἐμνημόνευσεν, ὡς ἔφην, ἔτι τοῦ
16. βοηθήματος ἐν ταῖς ἄλλαις πραγματείαις. ἐν ἁπάσαις γὰρ
17. αὐταῖς, ὡς δέδεικται, συμβουλεύων ἀσιτίαν ἀναιρεῖ δηλονότι
1. τὴν φλεβοτομίαν οὐκ ὀρθῶς μὲν πράττων, ὥσπερ καὶ
2. καθ’ ἑκατὸν ἡμῖν πρότερον, ὡς ἔφην, ἐδείχθη γράμμα,
3. μικρότερον ἁμαρτανόντων τῶν οἰομένων ἅπαντας
4. ὅσοι χρῄζουσιν ἀσιτίας, εὐθὺς τούτους δεῖσθαι φλεβοτομίᾳ.
5. ἐγὼ γὰρ ἐπιδείξω κατὰ τὸν ἑξῆς λόγον οὐ μόνον
6. ἅπαντας οὐ δεομένους φλεβοτομίας, ἀλλ’ οὐδὲ τοὺς πληθωρικοὺς
7. αὐτοὺς, ἐὰν μὴ πρότερον αὐτό τε τὸ πλῆθος
8. ὁποῖόν τι τὴν φύσιν ἐστὶ διορίσεται καὶ μετὰ τοῦτο τὴν
9. ἕξιν τοῦ κάμνοντος ἡλικίαν τε καὶ ὥραν καὶ χώραν καὶ
10. κατάστασιν, ὅσα τε προηγεῖται καὶ ὅσα πάρεστι τῷ κάμνοντι
11. συμπτώματα. καθ’ ἕκαστον γὰρ τούτων ἐπειδείξω
12. πολλοὺς μὴ φέροντας ἀβλαβῶς τὴν φλεβοτομίαν. ὥσπερ
13. αὖθις πάλιν ἑτέρους ἐπειδείξω χωρὶς πληθώρας δεομένους
14. φλεβοτομίας. ἐπειδὰν δὲ ταῦτα διορίσωμαι, τόν τε καιρὸν
15. ἐρῶ τῆς φλεβοτομίας καὶ τὸ μέτρον, ἔτι τε πρὸ τούτων
16. τὴν ἐν τοῖς τμηθησομένοις φλεψὶ διαφοράν. εἰρήσεται δὲ
1. καὶ περὶ τοῦ πλεονάκις ἢ ἅπαξ ἀφαιρεῖν. ἐπί τε τούτων
2. οὐδὲν ἧττον ὥς τινες ἐν ἦρι φλεβοτομεῖν ἢ καθαίρειν ἔτι
3. ὑγιαίνοντας προσήκει.

Cliquer un n° de page pour en afficher l’image