Galenus. De curandi ratione per venae sectionem (De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]

Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).

De curandi ratione per venae sectionem, 1, ed. Kühn, 1826, vol. 11, p. 250-252. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΛΕΒΟΤΟΜΙΑΣ

ΘΕΡΑΠΕΥΤΙΚΟΝ.

1. Τοῖς περὶ φλεβοτομίας σκοπουμένοις ἓν
2. μὲν καὶ πρῶτον ἐστὶ πρόβλημα σκέψασθαι τὰς διαθέσεις
3. τοῦ σώματος, ὅσαι δέονται κενώσεως. εἶθ’ ἑξῆς δεύτερον
4. ὅσαι τῆς διὰ φλεβοτομίας, ὡς πολλαὶ εἰσὶ διαθέσεις, ἄλλαι
5. μέν τινος κενώσεως, οὐ μὴν φλεβοτομίας δεόμεναι. τρίτον
6. ἐπὶ τούτοις σκέμμα διακρῖναι τοὺς δυναμένους ἀλύπως ἐνεγκεῖν
7. τὴν κένωσιν. εὑρίσκεται γὰρ ἡ μὲν διάθεσις ἐνίοτε
8. δεομένη φλεβοτομίας, ὁ κάμνων δ’ οὐ φέρει αὐτὴν ἤτοι δι’
1. ἡλικίαν, ἢ δι’ ὥραν τοῦ ἔτους, ἢ διὰ τὴν τῆς χώρας φύσιν,
2. ἢ διὰ κάκωσιν τοῦ στόματος τῆς γαστρὸς, ὃ καταχρώμενοι
3. πολλάκις ὀνομάζουσι στόμαχον, ὥσπερ ἀμέλει καὶ νῦν ἐν
4. ὅλῳ τῷ λόγῳ χρώμεθα τῇ προσηγορίᾳ βραχυλογίας ἕνεκεν.
5. εἰσὶ δὲ οἳ καὶ διὰ τὴν ἕξιν ὅλου τοῦ σώματος οὐ φέρουσι
6. φλεβοτομίαν, εἰ καὶ μάλιστα αὐτῆς τυγχάνοιεν ὅσον ἐπὶ τῷ
7. νοσήματι δεόμενοι. ἢν δὲ δὴ καὶ ταῦτα διορίσηταί τις, ἡ περὶ
8. τοῦ μέρους σκέψις ἡμᾶς διαδέχεται, καθάπερ ἐπὶ παντὸς ἄλλου
9. βοηθήματος. εἶθ’ ἑξῆς ἡ περὶ τῶν φλεβῶν ἃς χρὴ τέμνειν·
10. ἐζήτηται γὰρ ἱκανῶς καὶ περὶ τούτων, ἆρά γε διαφέρει
11. μηδὲν ἣν ἂν ἐθελήσῃ τις τέμνειν φλέβα, ἅπασαι γὰρ ὡσαύτως
12. ὠφελοῦσιν ἁπάσας τὰς διαθέσεις, ἢ καθάπερ Ἱπποκράτης
13. καὶ οἱ δοκιμώτατοι τῶν ἰατρῶν ὑπειλήφασι πάμπολυ διαφέρειν
14. τὸ τήνδε πρὸ τῆσδε σχάσαι. διορισθέντος δὲ καὶ τούτου τοῦ
15. σκέμματος, ἔσται ἑξῆς ὁ περὶ τῶν σκοπῶν λόγος, οἷς ἄν τις
16. προσέχων τὸν νοῦν στοχάσοιτο τοῦ μέτρου τῆς κενώσεως.
17. ἐπὶ δὲ τούτοις ἅπασιν, ἐπὶ τινῶν μὲν ἅπαξ ἀφαιρεῖν ἄμεινον,
18. ἐπὶ τινῶν δὲ τὴν καλουμένην ἐπαφαίρεσιν ποιεῖσθαι προσήκει,
1. καὶ τινὰς μὲν ἄχρι λειποθυμίας κενοῦν, ἐπὶ τινῶν δὲ φυλάττεσθαι
2. ταύτην, ὡς μέγιστον κακόν. ταῦτα μὲν οὖν ἀναγκαῖόν
3. ἐστιν ἐπισκέπτεσθαι τὸν μέλλοντα καλῶς χρῆσθαι τῷ
4. βοηθήματι.

Cliquer un n° de page pour en afficher l’image