16. Περὶ δὲ τῶν ἑκατέρου τοῦ πλήθους γνωρισμάτων
17. ἐν τῷ παρόντι σκεψόμεθα, πότερον ἐπὶ φλεβοτομίαν
18. ἀφιξόμεθα πάντως ὅταν φαίνηται ταῦτα περί τινα τῶν ἔτι
1. τὰ συνήθη πραττόντων, ἢ οὐκ ἀναγκαῖον, ὅταν μηδεμία
2. προσδοκία μεγάλου νοσήματος. ἥντινα τοίνυν ἔχωμεν γνώμην
3. καὶ περὶ τούτου ἴστε πολλάκις αὐτοὶ παραγεγονότες μοι
4. συμβουλεύοντι, ἤτοι ποδαγρικοῖς ἢ ἀθριτικοῖς ἢ ἐπιληπτικοῖς
5. ἢ μελαγχολικοῖς, ἢ αἷμα πρόσθεν ἐπτυκόσιν, ἢ κατὰ θώρακα
6. πρὸς τοιοῦτον πάθημα κατασκευὴν ἐπιτηδείων ἔχουσιν, ἢ
7. σκοτοματικοῖς, ἢ συνεχῶς ἀλισκομένοις συνάγχῃ ἢ περιπνευμονίᾳ,
8. ἢ πλευρίτισιν, ἢ ἡπατίτισιν, ἢ ὀφθαλμίαις σφοδραῖς,
9. ἢ καθόλου φάναι μεγάλῳ νοσήματι. φλεβοτομίαν γὰρ ἐπὶ
10. τῶν τοιούτων ἁπάντων ἀναγκαῖον εἶναι φημὶ βοηθήμα παραχρῆμα
11. προσαγόμενον, ἐπιδιωρισμένῃ τῇ δυνάμει τε καὶ ἡλικίᾳ.
12. ταῦτα εἰ μὴ λεχθείη ποτὲ, προσυπακούεσθαι χρή. τοῖς δὲ
13. μηδὲν τοιοῦτον πεπονθόσιν ἔμπροσθεν ἁπάντων τε τῶν μορίων
14. τοῦ σώματος ἄμεμπτον ἔχουσι κατασκευὴν, ἴστε δήπου
15. διττὴν ὁδὸν τῆς κενώσεως ὑποτιθέμενόν με, διὰ φλεβοτομίας
16. μὲν εἰ ἀκρατεῖς εἶεν τῇ διαίτῃ, χωρὶς δὲ ταύτης εἰ ἐγκρατεῖς.
17. ἔνεστι γὰρ καὶ τρίψει πολλῇ καὶ λουτροῖς καὶ περιπάτοις καὶ
18. ταῖς ἄλλαις κινήσεσι, ἔτι χρίσμασι διαφορητικοῖς, ταχέως ἐκκενῶσαι
1. τὸ πλῆθος, εἰ μὴ ἄρα σοι δόξει ποτὲ παχέος αἵματος
2. εἶναι πλεονεξίαν. τοιοῦτον δέ ἐστι μάλιστα τὸ μελαγχολικὸν
3. ὡς τὰ πολλά. σπανίως δὲ που καὶ τὸ τῶν ὠμῶν καλουμένων
4. χυμῶν. ἀλλ’ ἐπὶ μὲν τῆς μελαγχολικῆς καλουμένης περιουσίας
5. φλεβοτομεῖν ἄμεινον, ἢ πάντως γε φαρμάκῳ χρῆσθαι μελάνων
6. καθαρτικῷ, τῶν δ’ ὠμῶν χυμῶν ἐπικρατούντων, πρὶν μὲν
7. ἄρξασθαι νοσεῖν, εὐλαβῶς ἀποκενώσεις, ἤδη δὲ πυρεττόντων,
8. ὡς ἔμπροσθεν εἶπον, οὐδ’ ὅλως. ἕξεις δὲ αὐτῶν γνώρισμα
9. τό τε τῆς χροιᾶς μολιβδῶδες ἢ ὀχρώλευκον ἅπαντά τε μᾶλλον
10. ἢ ἐρυθρὸν, καὶ τὴν τῶν σφυγμῶν ἀνωμαλίαν. εἰ δὲ ἱκανῶς
11. ηὐξημένον εἴη τὸ τοιοῦτον πλῆθος, καὶ τὸ βάρος τοῦ σώματος
12. αὐτοῖς σύνεστι καὶ πρὸς τὰς κινήσεις ὄκνος καὶ γνώμης νωθρότης
13. καὶ αἰσθήσεων ἀμαυρότης. ἔμπαλιν δὲ τούτοις τοὺς
14. ἐξ ἐπισχέσεως αἱμοῤῥοΐδων ἠθροικότας αἷμα φλεβοτομήσεις
15. θαῤῥῶν, κᾂν μὴ πρότερον ὦσι πεπειραμένοι μεγάλου νοσήματος.
16. ἐνδέχεται μὲν γὰρ αὐτοὺς ἐπιτηδείους μὲν εἶναι πρός
17. τι τῶν τοιούτων, οὐδέπω δὲ πεπονθέναι διὰ τὴν ὑπὸ τῶν
1. αἱμοῤῥοΐδων κένωσιν. ἐὰν δὲ καὶ φαίνωνται τινὰ μόρια
2. κατεσκευασμένοι μοχθηρῶς, καὶ μάλιστα τὼ κατὰ θώρακα,
3. πάντως αὐτοὺς φλεβοτομήσεις ἐν τάχει.
⟨
(De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]
De curandi ratione per venae sectionem
Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).
De curandi ratione per venae sectionem, 10, ed. Kühn, 1826, vol. 11, p. 280-283. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩