Galenus. De curandi ratione per venae sectionem (De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]

Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).

De curandi ratione per venae sectionem, 11, ed. Kühn, 1826, vol. 11, p. 283-285. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:11

4. Τὴν αὐτὴν δὲ γνώμην ἴστε με καὶ περὶ
5. γυναικῶν ἔχοντα τῶν ἐπεσχημένων τὴν ἔμμηνον κάθαρσιν.
6. οὐδὲ γὰρ οὐδ’ ἐπὶ τούτων ἀναβάλλεσθαι χρὴ τὴν κένωσιν.
7. οὐ μὴν ἀναγκαῖόν γε σχάσαι τὴν φλέβα. καὶ γὰρ αἱ τῶν σφυρῶν
8. ἀποχαράξεις ἱκαναὶ κενῶσαι τὸ περιττὸν, ἔχουσαί τι καὶ
9. ἄλλο προτρεπτικὸν εἰς τὴν τῶν ἐμμήνων κίνησιν, ὥσπερ γε
10. καὶ αἱ κατὰ τὰ σφυρὰ καὶ τὰς ἰγνύας φλεβοτομίαι. τὰς γὰρ
11. ἐξ ἐπισχέσεως καταμηνίων ἀπὸ τῶν σκελῶν πάντως κενώσεις,
12. εἴτε φλέβα χρὴ τέμνειν, εἴτ’ ἀποσχάζειν. ἀντισπᾶν γὰρ εἴωθεν
13. ἡ ἐξ ἀγκῶνος φλεβοτομία τὰς τῶν γυναικῶν καθάρσεις,
14. ἀθροίζουσι δὲ καὶ τούτων αὐτῶν ὅσαι μὲν λευκότεραι λεπτότερον
15. αἷμα, καὶ διὰ τοῦτο ταῖς ἀπὸ τῶν σφυρῶν ἀμυχαῖς
16. ὀνίνανται μάλιστα. τὰς μελαντέρας δὲ φλέβας τέμνων θεράπευε.
17. παχύτερον γὰρ ἀθροίζουσιν αἷμα καὶ μελαγχολικώτερον,
18. ἔτι δὲ μᾶλλον ἂν μεγάλας ἔχειν φαίνωνται τὰς φλέβας. ὑπάρχει
1. δὲ τοῦτο ἰσχνοτέραις τε καὶ μελαντέραις. εὐσάρκοις δὲ
2. καὶ λευκαῖς σμικρότης τῶν φλεβῶν, ἐφ’ ὧν ἀποσχάζειν
3. ἄμεινον τὰ σφυρὰ τοῦ τέμνειν τὴν φλέβα. καὶ γὰρ καὶ μικρὰς
4. αὗται τὰς ἐν τοῖς σκέλεσι φλέβας ἔχουσιν, ὥστε οὐδὲ
5. ῥεῖ τὸ σύμμετρον, εἰ καὶ καλῶς τμηθείη. οὐ χρὴ δὲ ὑμᾶς
6. καταφρονεῖν φλεβοτομίας ὡς οὐκ ἀντισπαστικοῦ βοηθήματος,
7. ἑωρακότας ἐμὲ πολλάκις ἐπὶ τῆς ἐκ ῥινῶν αἱμοῤῥαγίας,
8. ὅταν ᾖ σφοδρὰ, χρώμενον τῷ βοηθήματι καὶ παύοντα
9. τὴν ῥύσιν αὐτίκα. προσήκει δ’, ὡς ἐθεάσασθε, μὴ περιμένειν
10. εἰς ἔσχατον ἀφικέσθαι καταπτώσεως τὴν δύναμιν, ἀλλ’
11. ὅταν ἤδη δοκῇ κεκενῶσθαι μὲν τὸ σύμμετρον, ἡ δ’ ὁρμὴ
12. τῆς φορᾶς τοῦ αἵματος ἰσχυρὰ διαμένῃ, τέμνειν ἐν ἀγκῶνι
13. φλέβα, δεξιοῦ μὲν αἱμοῤῥαγοῦντος μυκτῆρος τῇ δεξιᾷ χειρὶ,
14. θατέρου δὲ κατὰ τὴν ἀριστεράν· ἅμα δὲ τοῦτο τῷ ἔργῳ
15. καὶ τοῖς κώλοις περιβάλλειν δεσμοὺς ἐκ ταινίων ἢ ἐρίων
16. καὶ συκίαν ὑποχονδρίῳ προσβάλλειν ᾧ κατ’ εὐθύ· ταῦτα
17. γὰρ καὶ ἡμεῖς ποιοῦντες, ὡς ἴστε, διαπαντὸς ἐπέσχομεν
18. τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας, πειρασθέντες ἔμπροσθεν ὧν 
1. γεγράφασιν εἴς τε τὰς ῥῖνας ἐκτιθεμένων φαρμάκων, ἐπί
2. τε τοῦ μετώπου καταχριομένων πάντων ἀσθενῶν. ὥστε
3. πρὸς τοῖς εἰρημένοις περὶ φλεβοτομίας ἔμπροσθεν καὶ τοῦτο
4. καταβάλλει τὸν Μηνοδότου λόγον, ἡγουμένου τὴν πληθωρικὴν
5. ὀνομαζομένην συνδρομὴν ἀναμιμνήσκειν ἡμᾶς τοῦ βοηθήματος.
6. ἡ γὰρ εἰρημένη νῦν διάθεσις ἐναντία σαφῶς ἐστὶ
7. τῇ πληθωρικῇ. παραλαμβάνομεν δ’ ἐπ’ αὐτῆς τὴν φλεβοτομίαν
8. οὐχ ὡς κενωτικὸν, ἀλλ’ ὡς ἀντισπαστικὸν
9. βοήθημα.

Cliquer un n° de page pour en afficher l’image