10. Οὐδὲν οὕτω τὴν ἰατρικὴν τέχνην
11. ἐν ταῖς πράξεσιν ἀποφαίνει στοχαστικὸν, ὡς τὸ ποσὸν
12. ἑκάστου τῶν βοηθημάτων. εἰδότες γοῦν ἀκριβῶς πολλάκις
13. ὡς καιρὸς τοῦ δοῦναι τροφὴν ἢ ποτὸν ἤτοι θερμὸν ἢ ψυχρὸν
14. ἐνέστηκεν, ὁπόσον χρὴ δοῦναι βεβαίως οὐκ ἴσμεν.
15. ὡσαύτως δὲ κᾀπὶ τῶν καθαιρόντων φαρμάκων, ὅτι ἤτοι
16. χολῆς ξανθῆς, ἢ μελαίνης, ἢ φλέγματος, ἢ τῶν ὀῤῥωδῶν
17. περιττωμάτων ἐστὶ δοτέον τῷ κάμνοντι κενωτικὸν φάρμακον
18. ἀκριβῶς ἴσμεν ἐνίοτε, πόσον δὲ δοῦναι προσήκει οὐκ
1. ἐπιστάμεθα. ἀλλὰ τοιαύτη μὲν ἡ δόσης ἐπανόρθωσιν οὐδεμίαν
2. ἔχει. τὸ γὰρ ἅπαξ εἰς τὴν γαστέρα καταποθὲν φάρμακον
3. οὐ δύναται μὴ καταπεπῶσθαι πᾶν, οὐδ’ ἔστιν οἷόν τε
4. μᾶλλον ἤδη καθαιρομένου τοῦ ἀνθρώπου μέρος ἀφελεῖν τι
5. τοῦ προσενηνεγμένου. ἐπὶ δὲ τῆς φλεβοτομίας ἀγαθὸν τοῦτο
6. μέγιστον ὑπάρχει, παύειν ὁπότε βούλοιο τὴν κένωσιν, εἶτ’
7. αὖθις πάλιν ἐν ᾧπερ ἂν ἐθελήσεις καιρῷ ῥεῖν ἐπιτρέπειν,
8. ἄχρις ἂν ὀρθῶς ἔχειν σοι φαίνηται. διόπερ ἄμεινον ἐστὶν, ἐὰν
9. μηδὲν ἐπείγῃ, τὴν πρώτην ἀφαίρεσιν ἐλλιπέστερον ποιησάμενοι,
10. ἐπαφαιρεῖν αὖθις· εἰ δὲ βούλοιο, καὶ τρίτον. ἐφ’ ὧν
11. οὖν ἐστὶ κενώσεως μὲν χρεία πολλῆς, οὐκ ἰσχυρὰ δ’ ἡ δύναμις,
12. ἐπὶ τούτων προσήκει ταμιεύεσθαι τὴν κένωσιν, ὥσπερ ἀμέλει
13. κᾀπὶ τῶν πλῆθος ἐχόντων ὠμοτέρων χυμῶν ἐθεάσασθέ με
14. πράττοντα. κενώσας γὰρ ὀλίγον αἷμα εὐθέως δίδωμι μελικράτου
15. καλῶς ἡψημένου μετά τινος τῶν λεπτυντικῶν φαρμάκων
16. ἢ ὑσσώπου ἢ ὀριγάνου καὶ ποτὲ καλαμίνθης, ἢ γλήχωνος,
17. ἢ καὶ μετὰ τοῦ μελικράτου, ἢ ὀξυμέλιτος, ἢ ὀξυγλυκέως, εἶτ’
18. αὖθις ἐπαφαιρῶ ποτὲ μὲν ἐπὶ τῆς αὐτῆς ἡμέρας, ἐνίοτε δὲ
1. κατὰ τὴν ὑστεραίαν, ἐν ᾗ πάλιν ὁμοίως διδοὺς τῶν εἰρημένων
2. τι φαρμάκων αὖθις ἐπαφαιρῶ, καὶ κατὰ τὴν τρίτην ἡμέραν
3. δὶς ὡσαύτως. ἀλλ’ ὅταν ᾖ ζέοντος αἵματος πλῆθος, ἀνάπτον
4. ὀξύτατον πυρετὸν, ἀθρόας ἐστὶ κενώσεως χρεία. καὶ τοῦτο
5. χρὴ πειρᾶσθαι κενοῦν, ἄχρι λειποθυμίας, ἐπισκεψάμενον τὴν
6. ῥῶσιν τῆς δυνάμεως. ὥστε ἐνίων οἶδα κοτύλας ἓξ ἀφελεῖν
7. εὐθέως ἤτοι κατὰ τὴν δευτέραν ἢ τὴν τρίτην ἢ τὴν τετάρτην
8. ἡμέραν. ἐνίοτε καὶ κατὰ τὴν πρώτην αὐτὴν, ὅταν μὲν
9. πυρετὸς ἄρξηται περὶ τὰ πρῶτα τῆς νυκτὸς ἢ τὰ μέσα, καλῶς
10. δ’ ᾖ πεπεμμένα τὰ κατὰ τὴν προτεραίαν ἐδηδεσμένα. τινῶν
11. δὲ κατὰ τὴν προτεραίαν ἀνωμαλίαν ἵδρωτα ἢ ἄλγημα κεφαλῆς
12. ἢ ἄλλου τινὸς μέρους ᾐτιασμένων, καὶ διὰ τοῦτο ἐνδεῶς
13. διαιτηθέντων, ἀρχομένων δὲ πυρέττειν, νυκτὸς ἤδη προηκούσης,
14. οἶδα κατὰ τὴν πρώτην ἡμέραν τελευτῶσαν ἀφελὼν
15. αἵματος. ἐφ’ ὧν γὰρ ἄν σοι φαίνηται ζέοντος αἵματος πλῆθος,
16. ὅτι τάχιστα πειρῶ κενοῦν αὐτὸ πρὶν ἐπί τι κατασκήψει
17. μόριον κύριον, ὥστε καὶ διὰ τῆς νυκτὸς οὐκ ὀκνήσεις τεμεῖν
18. ἐνίοτε φλέβα. γελοῖον γὰρ ὅπερ οἱ πολλοὶ πράττουσιν ἀπὸ
1. δευτέρας ὥρας ἡμέρας ἄχρι έ ἢ στ΄ ἀφαιροῦντες μόνον αἵματος,
2. ἐν ἄλλῳ δ’ οὐδενὶ χρόνῳ οὓς εἰ μὴ καὶ κλυστῆρσι καὶ
3. τροφῆς προσφορᾷ καὶ τοῖς ἄλλοις βοηθήμασιν ἑώρων
4. χρωμένους ἐν ἅπαντι καιρῷ τῆς νυκτὸς, ἐνῆν ἄν μοι χαλεπὸς
5. ὁ πρὸς αὐτοὺς λόγος. ἐπεὶ δὲ πάντα πράττοντες οὐ τὸν
6. ὡρισμένον ἀριθμὸν ὡρῶν ἕνα καὶ κοινὸν ἐπὶ πάντων τῶν
7. νοσούντων, ἀλλ’ ὡς ἂν ὑπαγορεύῃ τὸ πάθος ἐπὶ μόνης τῆς
8. φλεβοτομίας τὸν εἰρημένον ἀρτίως ἀεὶ περιμένουσι καιρὸν,
9. εὐφωρότατον ἴσχουσι τὸ σφάλμα. τοὺς οὖν οὕτω διακειμένους
10. ἀῤῥώστους, ὡς εἰρήκαμεν, προσήκει μέχρι λειποθυμίας
11. ἄγειν. ἐνίους γὰρ αὐτῶν οἶδα καταψυχθέντας μὲν ἐξ ἀνάγκης
12. ἐπὶ τῇ λειποθυμίᾳ, προσγενομένων δὲ νοτίδων ἐν ὅλῳ τῷ
13. σώματι καὶ τῆς γαστρὸς καταῤῥαγείσης ἐν τάχει παυσαμένους
14. τῆς νόσου. προσέχειν μέντοι καλῶς ἔχει τῇ καθαιρέσει
15. τῶν σφυγμῶν, ἐφαπτόμενον αὐτῶν ἔτι ῥέοντος τοῦ αἵματος,
16. ὥσπερ κᾀπὶ τῶν ἄλλων ἁπάντων εἴωθα πράττειν τῶν φλεβοτομουμένων,
17. ὅπως μή ποτε λάθῃς αὐτὸν ἀντὶ λειποθυμίας
18. θάνατον ἐργασάμενος, ὅπερ οἶδα τρισὶν ἰατροῖς γενόμενον.
1. ἐφλεβοτόμησεν εἰς μὲν αὐτῶν γυναῖκα πυρέττουσαν, ἑκάτερος
2. δὲ τῶν ἄλλων ἄνδρα μέχρι λειποθυμίας τοσαύτης ὡς μηκέτι
3. ἀναληφθῆναι. καὶ διὰ τοῦτο αὐτὸ βέλτιόν ἐστι φυλάττεσθαι
4. τὰς ἀθρόας κενώσεις, εἰ μή τις ἀνάγκη μεγάλη κελεύῃ.
5. καὶ μέντοι καὶ ἡ ἀντίσπασις οὐ μικρὸν οὖσα βοήθημα καὶ
6. διὰ φλεβοτομίας γιγνομένη πολλάκις ὅσῳ περ εἰς ἀριθμὸν
7. πλέονα τὰς κατὰ μέρος ἀφαιρέσεις αὐξήσεις, τοσοῦτον δραστικώτερον
8. γίνεται. ταῦτα μὲν οὖν ἀμείνω προεγνῶσθαι.
⟨
(De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]
De curandi ratione per venae sectionem
Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).
De curandi ratione per venae sectionem, 12, ed. Kühn, 1826, vol. 11, p. 285-289. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩