Galenus. De curandi ratione per venae sectionem (De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]

Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).

De curandi ratione per venae sectionem, 13, ed. Kühn, 1826, vol. 11, p. 289-291. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:13

9. Πάλιν δὲ ἐξ ἀρχῆς ἀνελθόντες ἐπὶ τὸ προκείμενον
10. σκέμμα διέλθωμεν ὅσα γιγνώσκομεν ἀναγκαιότατα
11. βουλομένοις ἀβλαβεῖς ἀεὶ τὰς φλεβοτομίας ἐργάζεσθαι. πρῶτον
12. μὲν ἐπίστασθαι προσήκει τοὺς εἰρημένους σκοποὺς τοῦ βοηθήματος
13. αὐξομένους μὲν ἐνδείκνυσθαι πλέονα κένωσιν, ἐκλυομένους
14. δὲ καθαίρειν εἰς τοσοῦτον τὴν ποσότητα τῆς κενώσεως,
15. εἰς ὅσον ἐμειώθησαν αὐτοί. μέγεθος οὖν νοσήματος ἅμα
16. ῥώμῃ δυνάμεως οἱ πρῶτοι σκοποὶ φλεβοτομίας ἦσαν, ὁ μὲν
17. ὡς ἐνδεικνύμενος αὐτὸς ἃ χρὴ πράττειν, ὁ δ’ ὡς οὐ κωλύων
18. ἐκεῖνον, ὅπερ ἀντιενδείκνυσθαι καλοῦσιν ἔνιοι τῶν νεωτέρων 
1. ἰατρῶν. ἐνίοτε γὰρ ἡ μὲν διάθεσις ὑπαγορεύει τὴν φλεβοτομίαν,
2. ἡ δ’ ἀῤῥωστία τῆς δυνάμεως κωλύει. τούτων δ’ ἀμφοτέρων
3. τῶν σκοπῶν ὑπαρχόντων, δῆλον μὲν, ὡς ἐλέχθη
4. πρόσθεν, οὐδὲ πλῆθος ἐστὶ χυμῶν ὠμῶν τοσούτων τε καὶ
5. τοιοῦτον ὡς κωλῦσαι τὸ βοήθημα. συνεπισκέπτεσθαι δ’
6. ἐφεξῆς ὁποία ἡ φυσικὴ κρᾶσίς ἐστι τἀνθρώπου. τοὺς μὲν γὰρ
7. μεγάλας ἔχοντας τὰς φλέβας, ἰσχνούς τε μετρίως καὶ μὴ λευκοὺς
8. μηδ’ ἁπαλοσάρκους ἀφειδέστερον κενώσεις, τοὺς δ’
9. ἐναντίους φειδομένως. αἷμά τε γὰρ ὀλίγον ἔχουσιν εὐδιαφόρητόν
10. τε τὴν σάρκα. κατὰ τούτον οὖν τὸν λόγον οὐδὲ τοὺς
11. παῖδας φλεβοτομήσεις μέχρι τεσσαρακαιδεκαετοῦς ἡλικίας,
12. μετὰ δὲ ταύτην ἐὰν αἷμα πάμπολύ τε φαίνηται ποτὲ ἠθροισμένον,
13. ἥ θ’ ὥρα τοῦ ἔτους ἐαρινὴ καὶ τὸ χωρίον εὔκρατον
14. φύσει καὶ ἡ τοῦ παιδὸς φύσις εὔαιμος, ἀφαιρήσεις ἔτι μᾶλλον
15. αἷμα, εἰ κίνδυνος ἐφεδρεύει περιπνευμονίας, ἢ συνάγχης, ἢ
16. πλευρίτιδος, ἢ τινὸς ἄλλου ὀξέος καὶ σφοδροῦ νοσήματος.
17. ἀφαιρήσεις δὲ τὸ πλεῖστον ἄχρι κοτύλης τὸ πρῶτον.
18. ἐὰν δέ σοι μετὰ ταῦτα ἐπισκεπτομένῳ δόξῃ τὰ τῆς δυνάμεως
1. ἰσχυρὰ διαμένειν, ἥμισυ προσθήσεις κατὰ τὴν ἐπαφαίρεσιν.
2. ἔμαθες δὲ τῷ σφοδρῷ σφυγμῷ μετὰ ὁμαλότητος ὡς ἀψευδεῖ
3. σημείῳ πιστεύειν περὶ δυνάμεως ἰσχυρᾶς, ἐξ ἐπιμέτρου
4. δὲ καὶ τῷ μεγάλῳ. καὶ τοίνυν καὶ τοὺς ἑβδομηκοντούτας
5. φλεβοτομήσεις ὧν εἴρηκα σφυγμῶν παρόντων, ἐπειδὰν ἡ
6. διάθεσις κελεύῃ. εἰσὶ γὰρ ἔτι καὶ κατὰ τὴν ἡλικίαν τήνδε
7. πολύαιμοί τινες ἅμα ῥώμῃ δυνάμεως, ὥσπερ ἕτεροι ξηροὶ,
8. καὶ ὀλίγαι μοι καὶ ῥᾳδίως μελαινόμενοι πᾶν τὸ πληγὲν
9. μέρος. οὐ προσέξεις οὖν τῷ ἀριθμῷ μόνον, καθάπερ ἔνιοι
10. προσέχουσιν, ἀλλὰ τῇ τοῦ σώματος ἕξει. καὶ γὰρ ἑξηκοντοῦταί
11. τινες οὐκέτι φέρουσι φλεβοτομίαν, ἑβδομηκοντοῦται
12. δὲ φέρουσιν. ἀλλὰ ἔλαττον ἀφαιρήσεις δηλονότι τούτων,
13. εἰ καὶ τὴν αὐτὴν ἔχειν φαίνονται διάθεσιν ἀκμαστικῷ
14. σώματι.

Cliquer un n° de page pour en afficher l’image