Galenus. De curandi ratione per venae sectionem (De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]

Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).

De curandi ratione per venae sectionem, 17, ed. Kühn, 1826, vol. 11, p. 299-302. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:17

10. Ἐγὼ γοῦν οἶδα ποτὲ παρακληθεὶς ὑπό
11. τινος οἰκοῦντος ἐν προαστείῳ τῆς Ῥωμαίων πόλεως ἀνδρὸς
12. πλουσίου, θεάσασθαι τινὰ τῶν διοικούντων αὐτοῦ τὰ πράγματα,
13. κινδυνεύοντα τυφλωθῆναι, τοῦτο γὰρ ἐκεῖνος ἔλεγεν,
14. ὀδυνώμενόν τε μεγάλως καὶ τοῦτο πάσχοντος σχεδὸν ἡμερῶν κ΄.
15. ἦν δ’ ὁ τῆς οἰκίας τοῦ πλουσίου προϊστάμενος ἰατρὸς Ἐρασιστράτειος,
16. ἔργον πεποιημένος ἀπέχεσθαι φλεβοτομίας ἀεί.
17. θεασάμενος οὖν ἐγὼ τὸν πάσχοντα, νεανίσκον ὄντα πολύαιμον,
18. ἀνελκώτους μὲν ἔτι τοὺς ὀφθαλμοὺς ἔχοντα, 
1. φλεγμονὴν δὲ μεγίστην ἔχοντα καὶ ῥεῦμα καὶ δασύτητα ἐν
2. ἀμφοτέροις τοῖς βλεφάροις, ἐν θατέρῳ καὶ τραχύτητας ἤδη
3. τινὰς, ὑφ’ ὧν ἐπισκοτούμενος ἔτι καὶ μᾶλλον ὠδυνᾶτό τε
4. καὶ παρωξύνετο τὴν φλεγμονὴν καὶ τὸ ῥεῦμα, ταῦτα θεασάμενος
5. ἐγὼ καὶ γνοὺς ἅπασαν ἣν ἐποιεῖτο τῆς θεραπείας
6. ἀγωγὴν ὁ ἰατρὸς, αὐτὸν μὲν οὐκ ἔφη δύνασθαι συνεχῶς εἰς
7. τὸ προαστεῖον ἰέναι, χρῄζειν δὲ τὸν ἄνθρωπον ἄχρι τῶν
8. τριῶν ἡμερῶν τοὐλάχιστον οὐκ ἐκ μακρῶν διαλειμμάτων ὑπ’
9. ἐμοῦ θεωρεῖσθαι. δὸς οὖν αὐτὸν, εἶπον, τὰς τρεῖς ταύτας ἡμέρας
10. ἐμοί. καὶ μὴν, ἔφη, παρακαλῶ τοῦτο καὶ χάριν εἴσομαι καὶ
11. ἤδη πρὸς τὴν σὴν οἰκίαν ἄπαγε τὸν ἄνθρωπον, ἧκέ τέ που
12. ὥρας ε΄ καὶ ἀφῃρέθην τὴν πρώτην ἀφαίρεσιν εὐθέως αἵματος
13. λίτρας γ΄, εἶτα ἄλλην μίαν ὥρας θ΄. ἐν αἷς ἀνακαλύψας μεγάλως
14. ὑπηλείφθη κατὰ τὴν ὑστεραίαν ἑνὶ τῶν ἁπαλῶν κολλυρίων
15. μιχθέντος αὐτοῦ τοῦ δι’ οἴνου, καθάπερ εἰώθαμεν ἐπὶ
16. τῶν τοιούτων πράττειν, καθ’ ὑπερβολὴν τῆς μίλης τοῦ πυρῆνος
17. ὑπὸ τὰ βλέφαρα τῆς ὑπαλείψεως γιγνομένης. ἐπράχθη δὲ
18. τοῦτο πρῶτον μὲν ἕωθεν, εἶτα τετάρτης ὥρας, εἶτα θ΄. ἐφ’
1. αἷς ὑπαλείψεσιν ἐλούσατο περὶ δυσμὰς ἡλίου, κἄπειτα κατὰ
2. τὴν ὑστεραίαν ἐκστραφέντων τῶν βλεφάρων, ὑπηλείψατο δὶς
3. ἐπιμιχθέντος τῷ ἁπαλῷ κολλυρίῳ πολὺ πλείονος τοῦ δι’
4. οἴνου, καὶ μετὰ ταῦτα εἰς ἑσπέραν ἐλούσατο. κατὰ δὲ τὴν ἑξῆς
5. ἡμέραν ἕωθεν ἁπαντήσας τῷ πλουσίῳ κατά τι χωρίον
6. ἔνθα τῶν ὀχημάτων ἀποβαίνειν εἰσὶν εἰθισμένοι, προσηγόρευσεν
7. αὐτῷ, ἀνεωγόσι τε καὶ ἀφλεγμάντοις καὶ ἀρευματίστοις
8. τοῖς ὀφθαλμοῖς, ὁ πρὸ δύο ἡμερῶν οὐδὲ διανοῖξαι τὰ
9. βλέφαρα δυνάμενος ὑπὸ τοῦ ῥεύματός τε καὶ τῆς ὀδύνης.
10. ἔδοξεν οὖν τὸ πρᾶγμα μαγείᾳ τινὶ γεγονέναι παραπλήσιον,
11. ὥστε ἐκεῖνόν τε αὐτὸν ἀνακραγεῖν θαυμάζοντά τε τὸ τάχος
12. τῆς θεραπείας, ἅπαντάς τε τοὺς μετ’ αὐτοῦ παραπλησίως
13. βοᾷν, οὐχ ἡμῶν μέγα τι ποιησάντων, ἀλλ’ ἐκ τῆς
14. πρὸς τὸν οἰκεῖον ἰατρὸν αὐτοῦ παραβολῆς μέγιστα κακὰ
15. ὁρῶντα διὰ τὸ τῆς φλεβοτομίας δέος. ἔχρῃζε μὲν γὰρ ὁ
16. κάμνων ἀποσμηχθῆναι τὰς ἐκ τῶν βλεφάρων δασύτητάς τε
17. καὶ τραχύτητας, ἀδύνατον δ’ ἦν τοῦτο γενέσθαι χωρὶς
18. φαρμάκου δάκνοντος. οὐδὲν δ’ ἐδύνατο φέρειν τοιοῦτον
1. ἄνευ τοῦ προκενωθῆναι. λέλεκται γὰρ ἤδη καὶ δέδεικται
2. πολλάκις ἡμῖν ὡς ἅπαντα τὰ δριμέα φάρμακα προσφερόμενα
3. μορίοις τισὶν, ἐὰν μὴ κενὸν ᾖ τὸ σῶμα πᾶν καὶ
4. ἀκριβῶς ἀπέριττον, ἐπισπᾶται ῥεῦμα καὶ φλεγμονὴν ἐργάζεται.
5. τότε δ’ ὁ πλούσιος ἐπυνθάνετο τίς ἡ οὖν μαγεία
6. τῆς θεραπείας ἐγίνετο, καὶ πάντ’ ἀκούσας τὰ πραχθέντα,
7. ἀπ’ ἐκείνου τὸν Ἐρασιστράτειον ἰατρὸν αἱμοφόβον ὠνόμαζεν.
8. αὕτη μὲν οὖν ἡ διήγησις ἀμφοῖν ἔνδειξιν ἔχει, τοῦ τε
9. χρῆναι φλεβοτομεῖν τὰς τοιαύτας διαθέσεις, ὅπερ οὐκ ἦν ἡμῖν
10. προκείμενον ἐν τῷ παρόντι λόγῳ, τοῦ τε φλεβοτομεῖν χρῆναι
11. κατ’ εὐθὺ τῶν πασχόντων μορίων καὶ τὰς ὠμιαίας ἐντέμνειν
12. φλέβας ἐπὶ τῶν ἀνωτέρων μερῶν τοῦ θώρακος πασχόντων.

Cliquer un n° de page pour en afficher l’image