Galenus. De curandi ratione per venae sectionem (De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]

Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).

De curandi ratione per venae sectionem, 18, ed. Kühn, 1826, vol. 11, p. 302-305. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:18

13. Ὥσπερ δὲ τὰ προειρημένα πάντα μόρια
14. ταῖς κατ’ ἀγκῶνα φλεβοτομίας, ὡς εἴρηται, γιγνομέναις
15. ὠφελεῖται, κατὰ τὸν αὐτὸν τρόπον ὅσα κατωτέρω τούτων
16. ἐστὶ ταῖς ἐπ’ ἰγνύων τε καὶ σφυρῶν. ἔστι δὲ τῶν προειρημένων
17. κατωτέρω τὰ κατ’ ἰσχίον τε καὶ κύστιν καὶ μήτραν.
18. νεφροὶ δὲ ἐπαμφοτερίζουσι κάτω μὲν ὄντες ἤδη τῶν πρότερον
1. εἰρημένων, ἄνω δὲ τῶν δεύτερον, διὸ καὶ ταῖς ἐπ’ ἀγκῶνος
2. ἐνίοτε φλεβοτομίας ὑπακούουσιν, ὅταν ἥ τε φλεγμονὴ
3. πρόσφατος εἴη καὶ πλῆθος αἵματος. ἐφ’ ὧν δ’ ἡ διάθεσίς
4. ἐστιν ἣν ἰδίως καλοῦσι νεφρῖτιν, τὴν κατ’ ἰγνύαν ἐπὶ τούτου
5. χρὴ τέμνειν, ἢ πάντως γε τὰς κατὰ σφυρὰ φλέβας. αἱ δέ τῆς
6. μήτρας φλεγμοναὶ μᾶλλον ἔτι νεφρῶν ὑπὸ τῶν ἐν τοῖς σκέλεσι
7. φλεβῶν τεμνομένων ὠφελοῦνται. ταῖς γὰρ ἐπ’ ἀγκῶνος
8. κενώσεσι καὶ ἄλλο τι πρόσεστι μοχθηρόν. ἐπέχουσι γὰρ ἐμμήνους
9. καθάρσεις, ἀντισπῶσαι τὸ αἷμα πρὸς τὰ τοῦ σώματος
10. ὑψηλότερα. ταῖς δ’ ἀπὸ τῶν σκελῶν οὐ μόνον ἀντισπάσαι,
11. ἀλλὰ καὶ προτρέπειν ὑπάρχει τὰ καταμήνια. καὶ ὅταν γε
12. τοῦτο πρᾶξαι βουληθῇς κατὰ τὸν καιρὸν τῆς εἰωθυίας τῇ
13. γυναικὶ περιόδου, προλαβὼν ἡμέρας ὡσεὶ γ΄, ἢ δ΄, ἤτοι φλέβα
14. τεμῶν ἢ ἀποσχάσας τὰ σφυρὰ τοῦ ἑτέρου τῶν σκελῶν ἀποκένωσον
15. ὀλίγον, εἶτα κατὰ τὴν ὑστεραίαν ὡσαύτως ἀπὸ
16. θατέρου σκέλους, αὖθις ὁμοίως κένωσον ἅμα τῷ καὶ προνοεῖσθαι
17. τῆς λεπτυνούσης διαίτης, ἐν αὐταῖς ταῖς ἡμέραις,
18. ἐν αἷς οὕτως κενοῖς, καὶ πρὸ αὐτῶν ἄλλαις ἤδη τέσσαρσιν ἢ
19. πέντε. γέγραπται δέ μοι περὶ τῆς λεπτυνούσης διαίτης εἷς
1. κατὰ ἰδίαν λόγος. ἀλλὰ γυναιξὶ καὶ ἄνευ τοιαύτης διαίτης
2. ἱκανὰ προτρέψαι καταμήνια καὶ καλαμίνθην καὶ γλήχωνα.
3. διδόναι δὲ αὐταῖς ἀφεψῶν ἐν μελικράτῳ καὶ ξηρὰ κόπτων
4. καὶ διάττων λεπτῷ κοσκίνῳ καὶ τρίβων γε πάλιν χάριν τοῦ
5. ποιῆσαι χνοῶδες, ἐπίπαττε τῷ μελικράτῳ. καιρὸς δὲ τῆς
6. πόσεως ἄριστός ἐστι μετὰ τὸ βαλανεῖον, περιβεβλημέναις
7. ταῖς σίνδοσι. ταῦτα μὲν οὖν ἐπιεικῆ φάρμακα, σφοδρότερα
8. δὲ βράθυ καὶ δίκταμον. ἡ δὲ χρῆσις ὁμοία τοῖς προειρημένοις.
9. δίδοται δ’ ἐν τούτῳ τῷ καιρῷ καὶ τὸ πικρὸν ἰδίως
10. ὀνομαζόμενον φάρμακον, ὅ τὰς ρ΄ ἔχει 𐅻 τῆς ἀλόης
11. μιγνυμένας ταῖς τῶν ἄλλων φαρμάκων ἓξ ἑκάστου. κάλλιστον
12. δ’ ἐστὶν ὅταν λάβῃ κινάμωμον. ταῦτα μὲν ἐν
13. παρέργῳ λελέχθω, καίτοι γ’ οὐκ ὄντα πάρεργα, διότι τῇ τοῦ
14. αἵματος ἐκ μήτρας φορᾷ συνεργεῖ, μετὰ τῆς ἀπὸ τῶν σκελῶν
15. κενώσεως, ἤτοι τῶν σφυρῶν ἀμυττομένων ἢ φλεβὸς
16. τεμνομένης παρὰ τὸν ἀστράγαλον ἢ κατ’ ἰγνύαν. οἶδα δὲ
17. καὶ ἰσχιάδας ἐν ἡμέρᾳ μιᾷ θεραπευθείσας ὑπὸ τῆς διὰ τῶν
18. σκελῶν κενώσεως, ὅσαι μὴ διὰ ψύξιν, ἀλλὰ πεπληρωμένων 
1. αἵματος τῶν κατ’ ἰσχίον ἀγγείων ἐγένοντο. διὸ καὶ συμφορώτερον
2. τῆς ἀπὸ τῶν σφυρῶν φλεβοτομίας ἢ ἀπὸ τῆς
3. ἰγνύας ἐστὶ τοῖς οὕτω διακειμένοις. ἀποχάραξις δ’ αὐτοὺς
4. οὐδὲν ὀνίνησι σαφὲς.

Cliquer un n° de page pour en afficher l’image