Galenus. De curandi ratione per venae sectionem (De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]

Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).

De curandi ratione per venae sectionem, 19, ed. Kühn, 1826, vol. 11, p. 305-308. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:19

5. Συνελόντι γε μὴν εἰπεῖν τὰς μὲν ἀρχομένας
6. φλεγμονὰς ἀντισπαστικῶς χρὴ κενοῦν, τὰς δὲ κεχρονισμένας
7. ἐξ αὐτῶν, εἰ οἷόν τε, τῶν πεπονθότων· εἰ δὲ μὴ,
8. τῶν ἐγγυτάτω τούτων. ἐπὶ μὲν γὰρ τῶν ἀρχομένων ἀποστρέψαι
9. χρὴ τὸ ἐπιῤῥέον, ἐπὶ δὲ τῶν κεχρονισμένων αὐτὸ
10. μόνον ἐκκενῶσαι τὸ εὐφηνωμένον ἐν τῷ πεπονθότι μορίῳ.
11. κενωθήσεται δ’ ἄριστα τοῦτο διὰ τῶν συνημμένων φλεβῶν
12. τοῖς κατ’ αὐτά. τούτῳ τῷ λογισμῷ καὶ ἡ πεῖρα μαρτυρεῖ.
13. καὶ διὰ ταῦθ’ ὅσα κατὰ φάρυγγα καὶ ἀρτηρίαν φλεγμαίνει
14. μεγάλως, ἐν ἀρχῇ μὲν ἡ κατ’ ἀγκῶνα, μετ’ ἐκείνην δὲ ἡ ἐπ’
15. αὐτῆς τῆς γλώττης βοηθεῖ μεγάλως, ἐντεμνομένων ἀμφοτέρων
16. τῶν ἐπ’ αὐτῆς φλεβῶν. οὕτω δὲ καὶ τὰ κατὰ τοὺς
17. ὀφθαλμοὺς σκιῤῥώδη λείψανα τῶν φλεγμονῶν ἡ παρὰ τὸν
18. μέγαν κανθὸν φλὲψ ὀνίνησι διαιρουμένη, καθάπερ γε τὰ
1. τῆς κεφαλῆς βάρη καὶ τὰς διὰ πλῆθος ὀδύνας κεχρονικυίας
2. ἐν αὐτῇ κουφίζειν εἴωθε σαφῶς ἡ ἐν τῷ μετώπῳ φλὲψ
3. τμηθεῖσα, τὰς δ’ ἀρχομένας τε καὶ τὰς ἀκμαζούσας ἢ ἐπ’
4. ἰνίου ἀντίσπασις διὰ σικύας, ἐνίοτε μὲν αὐτῆς μόνης,
5. ἐνίοτε δὲ καὶ μετὰ ἀμυχῶν γιγνομένης. προκεκενῶσθαι δὲ
6. χρὴ τὸ σύμπαν σῶμα. κατὰ δὲ τὸν αὐτὸν λόγον ὄπισθεν
7. τῆς κεφαλῆς ὀδύνας ἀρχομένας καὶ ἀκμαζούσας ἡ ἐν μετώπῳ
8. φλὲψ ὠφελεῖ διαιρουμένη. τὰς μὲν γὰρ ἀντισπάσεις
9. ἅμα τῇ κενώσει ποιεῖσθαι χρὴ μᾶλλον ἐπὶ τῶν ἀρχομένων
10. ῥευμάτων. τὰς δὲ ἀπ’ αὐτῶν τῶν πεπονθότων μορίων ἢ
11. τῶν πλησίον αὐτοῖς, ἐπὶ τῶν οἷον ἐσκιῤῥωμένων φλεγμονῶν.
12. ἐφ’ ὧν δὲ σωμάτων οὐδὲν πάσχει μόριον οὐδέπω,
13. φθάνομεν δὲ κενοῦν ἦρος εἰσβάλλοντος, ἐπὶ τούτων ἐπὶ
14. μὲν εἰθισμένου τοῦ ἀνθρώπου νοσήμασιν ἁλίσκεσθαι πυρετώδεσιν
15. ὥρᾳ θέρους ἐκκενῶσαι τὴν χορηγίαν αὐτῶν ἐφιέμεθα,
16. πᾶν μέρος εἰς ἀφαίρεσιν αἵματος ὁμότιμον ἐστίν·
17. ὥσπερ γε καὶ εἰ ἀρθριτικὸς εἴη πᾶσι τοῖς ἄρθροις πεπονθώς.
1. οἷς δέ τι μέρος ἐξαιρέτως ἐνοχλεῖται μὴ προκενωθεῖσιν,
2. οὐ χρὴ ποιεῖσθαι τὴν κένωσιν ὁμότιμον ἐξ ἁπάντων,
3. ἀλλ’ ὡς ἐπὶ τῶν ἀρχομένων ἤδη πάσχειν. διὸ τοὺς μὲν
4. ποδαγρικοὺς ἐπ’ ἀγκῶνος χρὴ κενοῦν, ἐπιληπτικοὺς δὲ καὶ
5. σκοτωματικοὺς ἀπὸ τῶν σκελῶν μᾶλλον. εἰ δὲ δι’ αἱμοῤῥοΐδος·
6. ἐπίσχεσιν ἐπὶ φλεβοτομίαν ἥκοις, εἰ μὲν ἐπέχειν
7. αὐτὴν βούλοιο, τὰς ἐν ταῖς χερσὶν, εἰ δὲ προτρέψαι, τὰς
8. ἐν τοῖς σκέλεσι χρὴ τέμνειν φλέβας. ἀλλ’ ἐπί γε τῶν ἐπεσχημένων
9. καταμήνια, τὰς ἐν σκέλει διαπαντός. οὐ
10. γὰρ ὥσπερ ἐπὶ τῶν αἱμοῤῥοΐδων, ἔνιοι μὲν ἀπηλλάχθαι
11. τῆς τοιαύτης κενώσεως ἐθέλουσιν, ἔνιοι δὲ ἔχειν ἀγαπῶσιν,
12. οὕτω κᾀπὶ τῆς ἐμμήνου καθάρσεως. ἡ μὲν γὰρ ἐκ τῶν
13. αἱμοῤῥοΐδων κένωσις ὕποπτός ἐστιν ἀμετρίαν τοσαύτην
14. ἐλθεῖν, ὡς ἤτοι παραχρῆμα τὸν ἄνθρωπον ἀνελεῖν, ἢ ὑδερώδη
15. γε πάντως, ἢ καχεκτικὸν ἀπεργάσασθαι. ταῖς δ’
16. ἐκ τῶν μητρῶν κενώσεσιν ὡς ἂν κατὰ φύσιν οὔσαις
17. οὐδὲν τοιοῦτον συμπίπτει. συμβαίνει μέντοι ἐνίοτε καὶ
18. τὰς μήτρας ἐξ ἀναβρώσεως αἱμοῤῥαγεῖν, ἐφ’ ὧν οὐκέθ’ ὁ
1. αὐτὸς σκοπὸς τῆς θεραπείας ἐστίν. οὐ γὰρ φέρεσθαι τὸ
2. αἷμα καθάπερ ἐκ τῶν καταμηνίων, ἀλλὰ παντάπασι στῆναι
3. βουλόμεθα. κοινὸς οὖν ἐπὶ τούτων ἁπάντων ἦρος
4. εἰσβάλλοντος ἐπὶ φλεβοτομίαν ἡκόντων ὅδε ὁ λόγος ἐστὶν,
5. εἰ μὲν ἐξαιρέτως ἀσθενές τι μόριον ἔχοιεν, ἐφ’ ὃ τὸ
6. ἀθροιζόμενον πλῆθος διήκει, ἀντισπαστικῶς κενοῦν. εἰ δὲ
7. μηδὲν εἴη τοιοῦτον, ὅθεν ἂν ἑκάστῳ φίλον ᾖ, πλὴν τῶν
8. δι’ αἱμοῤῥοΐδος ἐπίσχεσιν ἢ καταμηνίων, ὡς ὀλίγον ἔμπροσθεν
9. διώρισται.

Cliquer un n° de page pour en afficher l’image