5. Καὶ λέλεκται περὶ πάντων αὐτῶν ἤδη κατὰ
6. τὴν τῆς θεραπευτικῆς μεθόδου πραγματείαν, καθάπερ γε καὶ
7. πρὸς Ἐρασίστρατον ἰδίᾳ περὶ τοῦ κακῶς αὐτὸν ἀποστῆναι
8. τοῦ βοηθήματος. εἶτα αὖθις ἄλλο πρὸς ἐκείνους τῶν Ἐρασιστρατείων
9. ὅσοι φασὶ κεχρῆσθαι τῷ βοηθήματι τὸν ἄνδρα.
10. διὸ καὶ μισήσειεν ἄν τις ἤτοι τὴν πανουργίαν τῶν μιαρῶν
11. σοφιστῶν, ὅταν γιγνώσκοντες ὅτι ψεύδονται, ἐπιτεχνάζονται
12. ἐπιθυμίᾳ καινοτομίας, ἢ τὴν δοξοσοφίαν, ὅταν ἀγνοοῦντες
13. τὰ χρησιμώτατα, κατασκευάζουσι τῷ λόγῳ τἀναντία. τούτων
14. γάρ τοι τὸ ἕτερον ὁ Κνίδιος Χρύσιππος ἔπαθεν ἐξελὼν παντάπασι
15. φλεβοτομίαν τῶν βοηθημάτων τῶν ἰατρικῶν. ἠκολούθησαν
16. δ’ αὐτῷ καὶ οἱ μαθηταὶ Μήδιός τε καὶ Ἀριστογένης
17. ἔνδοξοι καὶ αὐτοὶ παρ’ Ἕλλησι γενόμενοι. τούτων δ’ ἐπὶ
18. μᾶλλον ὁ Ἐρασίστρατος εἰς δόξαν ἀρθεὶς λαμπροτάτην ἐφύλαξε
1. τὴν Χρυσίππου γνώμην. εἶθ’ ἑξῆς οἱ τούτου μαθηταὶ
2. τό γε κατ’ ἀρχὰς ἠκολούθησαν ἅπαντες τῷ τοῦ διδασκάλου
3. δόγματι, χρόνῳ δ’ ὕστερον ἀπέστησαν τινὲς αὐτῶν αἰδεσθέντες
4. ἀναίσχυντον αἰδώ. τί γὰρ ἂν ἄλλο τίς εἴπῃ πρὸς
5. τοὺς ὑπομείναντας ἀποφήνασθαι προσίεσθαι τὸ τῆς φλεβοτομίας
6. βοήθημα τὸν Ἐρασίστρατον, εἰ καὶ μηδαμόθι φαίνεται
7. τῶν συγγραμμάτων ἐπὶ μηδενὸς πάθους αὐτὸ συμβουλεύων;
8. ἀκόλουθον γὰρ οὖν ἦν φασὶ τῷ τὴν ἀσιτίαν ὡς κενωτικὸν
9. βοήθημα παραλαμβάνοντι καὶ τὴν φλεβοτομίαν πολὺ μᾶλλον
10. ἐκκρίνειν. οἱ δὲ ταῦτα λέγοντες ἅπαντες ἀξιώσουσι φλεβοτομεῖν,
11. ἐφ’ ὧν Ἐρασίστρατος ἐκέλευσεν ἀσιτίᾳ χρῆσθαι. γεγραφότος
12. οὖν αὐτοῦ κατὰ τὴν τῶν πυρετῶν πραγματείαν, ἐν ταῖς
13. ἀρχαῖς τῶν νόσων ἀσιτίαν, ἀκόλουθόν ἐστιν ἅπαντας φλεβοτομεῖν,
14. ὡς καὶ ὁ τούτων λόγος ἐν ἐκείνῳ τῷ καιρῷ. ἔστι
15. μὲν δὴ καὶ τοῦτο μέγιστον κακὸν, εἰ πεισθεῖεν οὕτω πράττειν
16. οἱ τὴν τέχνην μανθάνοντες νέοι. πολὺ δὲ τούτων χεῖρον, εἰ
17. μηδὲ τῶν ἄλλων ὧν διορίσασθαι προσῆκεν, ἐπισκέψονται.
1. ταῦτ’ οὖν ἠναγκάσθην αὐτὰ καθ’ ἕτερον γράμμα διεξελθεῖν,
2. ἐπιδεῖξαί τε τοῖς νέοις Ἐρασίστρατον οὔτε φλεβοτομίᾳ κεχρημένον,
3. ἄμεινον γὰρ τοῦτο πεισθῆναι τοῦ πάντας ἑξῆς φλεβοτομεῖν,
4. ὅσους ἐκεῖνος ἀσιτεῖν ἐκέλευσε, μεγίστην τε
5. τὴν ὠφέλειαν ἐκ τοῦ βοηθήματος γίγνεσθαι τοῖς κάμνουσιν
6. ἐάν τις αὐτῷ προσηκόντως ᾖ χρώμενος. οὐκ οὖν ἔτι γε δέῃ
7. κατά γε τὴν ἐμὴν γνώμην ἄλλο τί μοι γραφῆναι περὶ φλεβοτομίας,
8. ἐν μὲν τῇ θεραπευτικῇ πραγματείᾳ τῆς χρήσεως τοῦ
9. βοηθήματος εἰρημένης, ὥσπερ γε κἀν τοῖς ὑγιεινοῖς. ἐν δὲ
10. τοῖς δύο βιβλίοις, ὧν τὸ μὲν ἕτερον ἐγράφη πρὸς Ἐρασίστρατον
11. αὐτὸν, τὸ δὲ ἕτερον πρὸς τοὺς ἐν Ῥώμῃ Ἐρασιστρατείους,
12. ἐπιδεδειχότος μου τὰ κακῶς ὑπ’ αὐτοῦ δοξασθέντα, παρακαλεσάντων
13. δὲ πολλάκις πολλῶν μὲν φίλων ἰατρῶν, οἳ δοκοῦσί
14. μοι τὴν θεραπευτικὴν πραγματείαν ὀκνεῖν ἀναγινώσκειν,
15. ἠναγκάσθην ὕστερον ἐπὶ τὴν ἐνεστῶσαν ἀφικέσθαι σοι διέξοδον,
16. ὅπως μὴ δόξαιμι φθονεῖν αὐτοῖς, ἐφεξῆς δὲ ἅπαντα κατὰ
17. τὴν προσήκουσαν τάξιν ὑπὲρ τοῦ βοηθήματος εἰπεῖν. καὶ
18. τοίνυν ἤδη μοι καιρὸς ἄρξασθαι τοῦ λόγου.
⟨
(De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]
De curandi ratione per venae sectionem
Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).
De curandi ratione per venae sectionem, 2, ed. Kühn, 1826, vol. 11, p. 252-254. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩