Galenus. De curandi ratione per venae sectionem (De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]

Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).

De curandi ratione per venae sectionem, 21, ed. Kühn, 1826, vol. 11, p. 310-312. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:21

12. Ὅτι δ’ ἐν αὐτῇ πάλιν ἐκείνῃ τῇ ἡμέρᾳ,
13. καθ’ ἣν φλεβοτομοῦμεν, ἐπιτηρῆσαι χρὴ τὴν παρακμὴν τοῦ
14. πυρετοῦ, πρόδηλον εἶναι νομίζω. καίτοι γ’ ἐνίοις ἐστὶν
15. οὐδὲ τοῦτο πρόδηλον, ὅσοι κελεύουσιν ἕωθεν μόνον φλεβοτομεῖν,
16. ἢ τὸ μακρότατον ἄχρι πέντε ἢ ἓξ ὠρῶν. ἀλλ’ εἰ
17. τῶν ἔμπροσθεν εἰρημένων ἐν ὅλῳ τῷ γράμματι μνημονεύει 
1. τις, οὐδὲν τοιούτων σφαλήσεται φλεβοτομῶν ἐν ἁπάσῃ μὲν
2. ἡμέρας ὥρᾳ, πάσης δὲ νυκτὸς, σκοπὸν ἔχων ἐπὶ μὲν τῶν
3. πυρεττόντων τὴν παρακμὴν τῶν κατὰ μέρος παροξυσμῶν,
4. ἐπὶ δὲ τῶν ἤτοι δι’ ὀφθαλμίαν ἢ δι’ ἄλλο τι τοιοῦτον
5. δεομένων τοῦ βοηθήματος χωρὶς πυρετοῦ, οὐ τὴν παρακμὴν,
6. οὐκ ὄντος γε ὅλως τοῦ πυρετοῦ, τὸ μέγεθος δ’
7. αὐτῆς τῆς ὀδύνης ἢ φλεγμονῆς ἢ ὅλης τῆς διαθέσεως, ἐν
8. ᾗ τῆς φλεβοτομίας ἐστὶ χρεία. μηδενὸς δὲ τοιούτου κατεπείγοντος
9. ἢ κωλύοντος ἄμεινόν ἐστιν ἔωθεν φλεβοτομεῖν,
10. οὐκ εὐθέως ἅμα τῷ τῶν ὕπνων ἐξαναστῆναι, προγρηγορήσαντες
11. δὲ χρόνον ὡς ὥρας μιᾶς, εἴρηται δὲ ὅτι καὶ λούειν
12. τινὰς ἄμεινον, εἰ δὲ τοῦτο, καὶ προπεριπατήσαντας ἐνίους,
13. ἐφ’ ὧν δὲ ἦρος εἰσβαλόντος ἐπὶ φλεβοτομίαν ἔρχεσθαι. διὰ
14. προσδοκίαν πυρετῶν οἶδα φλεβοτομήσας ἐνίους καὶ μετὰ
15. τὸ πρᾶξαί τινα τῶν συνήθων ἔργων, ἢ ἐν διδασκαλείοις,
16. ἢ ἐργαστηρίοις, ἢ κατ’ ἀγορὰν, ἢ ἐπὶ τῆς οἰκίας. ὅ γε
17. μὴν τῆς ἐπαφαιρέσεως καιρὸς, ἐφ’ ὧν μὲν ἁπλῶς κενῶσαι,
1. κᾂν δύο ταῖς ἐφεξῆς ἡμέραις γένηται, βέλτιον ἐστί. προσέχειν
2. δ’ ἐν ἅπασι τοῖς τοιούτοις σε χρὴ τὴν δύναμιν τοῦ
3. κάμνοντος, ἁπτόμενον τῶν αὐτοῦ ἀρτηριῶν. ἔνιοι γὰρ
4. εὐπαθεῖς εἰσι τὴν δύναμιν, ὡς μὴ φέρειν ἀθρόαν κένωσιν,
5. ἐφ’ ὧν ἀνακτησάμενος ἐν τῇ πρώτῃ τῶν ἡμερῶν τὸν κάμνοντα,
6. ἐπαφαιρεῖν ἐν τῇ δευτέρᾳ προσήκει.

Cliquer un n° de page pour en afficher l’image