Galenus. De curandi ratione per venae sectionem (De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]

Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).

De curandi ratione per venae sectionem, 23, ed. Kühn, 1826, vol. 11, p. 313-316. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:23

 

16. Καὶ μέντοι καὶ ἀποθανόντας τινὰς
17. ἴσμεν ἐκ τῆς ὑποκειμένης ἀρτηρίας τῇ κατ’ ἀγκῶνα φλεβὶ
18. τῇ ἔνδον. ἐνίους μὲν ἐν τῷ παραχρῆμα διὰ τὸν περιβληθέντα
1. βρόχον, ἐθελησάντων τε τῶν ἰατρῶν ἐπέχειν, ὡς
2. τὴν αἱμοῤῥαγίαν εἰς γάγγραιναν ἐλθεῖν, ἐνίους δ’ ὕστερον
3. ἐν τῇ τῶν ἀνευρυσμάτων χειρουργίᾳ διαφθαρέντας. ἀναγκαῖον
4. γὰρ ἐν ταύτῃ βρόχῳ διαλαμβάνεσθαι τὸ ἀγγεῖον. τὰς
5. μὲν οὖν ἀξιολόγους κατὰ τὸ μέγεθος ἀρτηρίας διὰ ταῦτα
6. φεύγουσιν οἱ ἰατροὶ, τὰς δὲ μικρὰς ὡς οὐδὲν μέγα δυναμένας
7. ἀνύσαι. καίτοι καὶ αὗται πολλάκις ἡμῖν ὤφθησαν
8. οὐ μικρὰν ὠφέλειαν ἐπιφέρουσαι μετὰ καὶ τοῦ συνουλοῦσθαι
9. χωρὶς ἀνευρύσματος. καὶ μέντοι κᾂν μείζων ἀρτηρία
10. ᾖ, καὶ αὐτὴ χωρὶς ἀνευρύσματος συνουλοῦται διαιρεθεῖσα
11. πᾶσα. καὶ πολλάκις τοῦτο αὐτὸ τὸν ἐκ τῆς αἱμοῤῥαγίας
12. κίνδυνον ἰάσατο. φαίνεται γὰρ σαφῶς ὅθ’ ὅλη δι’ ὅλης
13. ἑαυτῆς ἐγκαρσίως διακοπῇ, τῶν μερῶν ἑκατέρων ἀνασπωμένων
14. ἑκατέρωσε, τὸ μὲν ἄνω τοῦ μορίου, τὸ δὲ κάτω.
15. τοῦτο μέν γε καὶ ταῖς φλεψὶν, ἀλλὰ μετρίου ὑπάρχει, ταῖς
16. δ’ ἀρτηρίαις ἀεὶ μᾶλλον τῶν φλεβῶν. ἔγωγ’ οὖν ὅθεν
17. ὁρμηθεὶς ἐπὶ τὸ διαιρεῖν ἀρτηρίας ἦκον ἤδη σοι φράσω.
18. προτραπεὶς ὑπό τίνων ὀνειράτων δυοῖν ἐναργῶς μοι γενομένων
1. ἦκον ἐπὶ τὴν ἐν τῷ μεταξὺ λιχανοῦ τε καὶ μεγάλου
2. δακτύλου τῆς δεξιᾶς χειρὸς ἀρτηρίαν, ἐπέτρεψά τε ῥεῖν ἄχρις
3. ἂν αὐτομάτως παύσηται τὸ αἷμα, κελεύσαντος οὕτω τοῦ
4. ὀνείρατος. ἐῤῥύη μὲν οὖν οὐδ’ ὅλη λίτρα. παραχρῆμα δ’
5. ἐπαύσατο χρόνιον ἄλγημα κατ’ ἐκεῖνο μάλιστα τὸ μέρος ἐρεῖδον,
6. ἔνθα συμβάλλει τῷ διαφράγματι τὸ ἧπαρ. ἐμοὶ μὲν
7. οὖν τοῦτο συνέβῃ νέῳ τὴν ἡλικίαν ὄντι. θεραπευτὴς δὲ τοῦ
8. θεοῦ ἐν Περγάμῳ χρονίου πλευρᾶς ἀλγήματος ἀπηλλάγη δι’
9. ἀρτηριοτομίας ἐν ἄκρᾳ τῇ χειρὶ γενομένης, ἐξ ὀνείρατος ἐπὶ
10. τοῦτο ἐλθὼν καὶ αὐτός. ἑτέρῳ δὲ τραύματος ἐν τῷ σφυρῷ
11. γενομένου διαιρεθείσης ἀρτηρίας, οὐκ ἐπαύετο μὲν ἡ φορὰ
12. τοῦ αἵματος, ἄχρι κληθεὶς ἐγὼ διέτεμον ὅλην αὐτὴν, εἶτα τῷ
13. διὰ τῆς ἀλόης καὶ μάννης καὶ τοῦ λευκοῦ τῶν ὠῶν ἐχρησάμην
14. φαρμάκῳ λαγῴαις ἀναλαμβανομένῳ θριξὶ, καὶ χωρὶς μὲν ἀνευρύσματος
15. ἐθεραπεύθη τὸ τραῦμα περισαρκωθέντος τοῦ
16. στόματος τῆς ἀρτηρίας, ὁ δὲ ἄνθρωπος ἐτῶν ἤδη τεσσάρων
17. ἐκ διαλειμμάτων οὐ μικρῶν ὀδυνώμενος τὸ ἰσχίον, ἐξ ἐκείνου
18. τελέως ὑγιὴς ἐγένετο. ταῦτα οὖν ἔπεισέ με πολλάκις ἐν ἄκροις
1. τε τοῖς κώλοις, καὶ μέντοι καὶ κατὰ τὴν κεφαλὴν ἀρτηρίας
2. διαιρεῖν, ἐπὶ πᾶσιν ἀλγήμασιν, ὅσα διὰ θερμὴν οὐσίαν ἢ πνευματώδη
3. τὴν γένεσιν ἔχειν ἔδοξεν, καὶ μάλιστα κατὰ τοὺς ὑμένας,
4. ὧν τὸ ἄλγημα νυγματῶδές τ’ ἐστὶ καὶ πλατυνόμενον
5. ἀτρέμα, τῆς μὲν νυγματώδους αἰσθήσεως καθ’ ἕν τι μέρος
6. ὡς ἂν κέντρον τοῦ πεπονθότος τόπου γινομένης, τάσεως δ’
7. αἴσθησιν ἴσχοντος τοῦ περὶ τὸ κέντρον τοῦ μυὸς παντός.

Cliquer un n° de page pour en afficher l’image