Galenus. De curandi ratione per venae sectionem (De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]

Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).

De curandi ratione per venae sectionem, 3, ed. Kühn, 1826, vol. 11, p. 255-259. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:3

1. Τὸ μὲν τῆς διαθέσεως ὄνομα, καθότι καὶ
2. δι’ ἄλλων ἡμῖν εἴρηται, παρὰ τὸ διακεῖσθαι γεγονὸς, ὁμοίως
3. ἐκείνῳ κατὰ πολλῶν λέγεται πραγμάτων. ἀλλὰ νῦν γε τὰς
4. εἰς τὸ περὶ φύσιν ἐκτροπὰς ὁποῖαι τινὲς ἂν ὦσι, διαθέσεις
5. ὀνομάζομεν ἐν ἅπαντι τῷ λόγῳ. ζητήσομεν δὲ πρότερον ὁπόσαι
6. καὶ ὁποῖαι τούτων εἰσὶν αἱ κενώσεως δεόμεναι, δεύτερον
7. δὲ τίνες ἐξ αὐτῶν αἱ φλεβοτομίας. ἐπεὶ δὲ τὰ ζητούμενα
8. πάντα δύο τῆς εὑρέσεως ὄργανα κέκτηται, λόγον καὶ πεῖραν
9. ἐν ἁπάσαις ταῖς τέχναις, οὐχ ἥκιστά τε καθ’ ὅλον τὸν βίον,
10. ἀναγκαῖον οἶμαι καὶ νῦν ἤτοι διὰ τοῦ λόγου μόνου γενέσθαι
11. τῶν προκειμένων τὴν εὕρεσιν ἢ διὰ πείρας μόνης ἢ δι’ ἀμφοτέρων.
12. ἐπεὶ δὲ καὶ ὁ λόγος αὐτὸς ὁ μὲν ἐκ τῶν κοινῶν
13. ἐννοιῶν μόνων ἀρχόμενος εὑρίσκεται καὶ ἀποδείκνυσιν, ὁ δὲ
14. καὶ τοῖς ἐκ τούτων εὑρημένοις χρῆται πρὸς ἀπόδειξιν, ἑκατέρων
15. τε τῷ λόγῳ ἐδείχθησαν ἡμῖν αἱ τέχναι πᾶσαι χρώμεναι,
16. καὶ ἡμεῖς νῦν ὁπότερος ἂν αὐτῶν εὑρίσκηται χρήσιμος, ἐκεῖνον
17. προσχειριούμεθα. τῷ μὲν οὖν προτέρῳ τῶν λόγων ἅπαντες
1. ἄνθρωποι χρῶνται καθ’ ὅλον τὸν βίον, τῷ δευτέρῳ δ’ οὐχ
2. ἅπαντες· ἴδιος γάρ ἐστι τῶν τεχνιτῶν. ὁ γάρ τοι γεωμέτρης
3. τὸ μὲν πρῶτον θεώρημα τῆς αὐτοῦ τέχνης διὰ τοῦ προτέρου
4. λόγου μόνου δείκνυσιν, εἶτα τῷ δευτέρῳ μόνῳ χρῆται,
5. προσλαμβάνει δὲ εἰς τὴν ἀπόδειξιν αὐτῆς καὶ τὸ ἐκ τοῦ πρώτου
6. κατασκευασθέν. ὅσῳ δ’ ἂν ἐπὶ πλέον ἀφίστηται τοῦ
7. πρώτου θεωρήματος, ἐπὶ τοσοῦτον ἀφίσταται καὶ τοῦ προτέρου
8. λόγου καὶ τελευτῶν ἐλαχίστοις χρῆται, διὰ τῶν ἀποδεδειγμένων
9. ἀποδεικνὺς ἕτερα καὶ δι’ ἐκείνων αὖθις ἄλλα. καὶ
10. εἶτ’ ἂν αὖθις ἄλλα δι’ ἐκείνων, ὥστε ἔρχεσθαί ποτε τὴν δεῖξιν
11. αὐτῶν ἄχρι τῶν τοῖς ἰδιώταις ἀπίστων, ἡλίου καὶ σελήνης
12. καὶ γῆς, οὐ μόνον τῶν μεγεθῶν, ἀλλὰ καὶ τῶν διαστημάτων
13. τῆς γνώσεως, ἐξ ὧν εὑρεθέντων ὡρολόγιά τε κατασκευάζουσι
14. καὶ κλεψύδρας οἱ τὴν ὁδὸν ταύτην βαδίσαντες, ἐκλείψεις τε
15. προλέγουσιν ἡλίου καὶ σελήνης. οὕτως οὖν καὶ ἡμῖν ὁ τεχνικὸς
16. λόγος ἀποδεδειγμένος ἐν ἑτέραις πραγματείαις χρήσεται
17. πολλοῖς, ἐνίοις μὲν ὡς δυνάμεις τινές εἰσι διοικοῦσαι τὰ ζῶα
18. πλείους, ὧν τὰς μὲν φυσικὰς, τὰς δὲ ψυχικὰς ὀνομάζομεν. αἱ
1. δ’ ἀρχαὶ τῆς γενέσεως ἅπασι τοῖς οὖσιν ὕλην ἔχουσι
2. τὰ τέτταρα στοιχεῖα, κεράννυσθαί τε πεφυκότα δι’ ὅλων
3. ἀλλήλων καὶ δρᾷν εἰς ἄλληλα. διὰ τοῦτο οὐδὲ Ἀσκληπιάδου
4. μνημονεύσομεν ἔτι κατὰ τόνδε τὸν λόγον ἀποδεδεικότες αὐτοῦ
5. τὰ στοιχεῖα ψευδῆ, κατά γε τὸ τρισκαιδέκατον ὑπόμνημα
6. τῶν περὶ τῆς ἀποδείξεως καὶ κατὰ τὴν τῶν Ἀσκληπιάδου δογμάτων
7. πραγματείαν, ἐν ᾗ τὸ πέμπτον τε καὶ ἕκτον ἔλεγχον
8. ἔχει τῶν στοιχείων αὐτοῦ. δέδεικται δὲ κᾀν τῷ περὶ τῶν
9. Ἱπποκράτους στοιχείων ὑπομνήματι περί τε τῶν δραστικῶν
10. ποιοτήτων, ὧν ὀνόματα θερμότης, ψυχρότης, ξηρότης, ὑγρότης,
11. ἥ τε τῶν χυμῶν διαφορά τε καὶ γένεσις. εἴρηται δὲ καὶ
12. περὶ τῶν καθαιρόντων φαρμάκων ἕκαστον τῶν χυμῶν ὀλίγα
13. μέν τινα κᾀν τῷ περὶ τῶν στοιχείων συγγράμματι, καὶ κατὰ
14. μόνας δ’ ἐν ἑτέρῳ βιβλίῳ καὶ ἡ περὶ κράσεων δὲ πραγματεία
15. τῇ περὶ τῶν στοιχείων ἑπομένη χρησίμη πρὸς τὸν ἐνεστῶτα
16. λόγον. ἁπάντων δὲ μάλιστα τὸ περὶ πλήθους βιβλίον, ἐν ᾧ
17. δέδεικται τὸ μὲν ὡς΄ πρὸς δύναμιν πλῆθος, τὸ δ’ ὡς πρὸς
18. τὴν εὐρυχωρίαν, ἐν ᾗ περιέχεται ὑπὸ τῶν ἰατρῶν τὸ πλῆθος
1. τοῦτο κατὰ τὸ ἔγχυμα. κάλλιστον οὖν ἐστὶ τοῖς μέλλουσιν
2. ἐξετάζειν ἐπιστημονικῶς τὰ κατὰ τήνδε τὴν πραγματείαν εἰρημένα
3. τὶ περὶ πλήθους ἀνεγνωκέναι βιβλίον. ὅσων δ’ αὖ
4. πάλιν ἐκεῖνο δεῖται προανεγνωσμένων αὐτὸ δηλώσει. θαυμαζέτω
5. δὲ μηδεὶς εἰ τοσούτων δεόμεθα πρὸς τὸ καλῶς ἐπισκέψασθαι
6. περὶ φλεβοτομίας. οὐ γὰρ εἰς τούτου μόνου τοῦ
7. βοηθήματος εὕρεσιν, ἀλλὰ καὶ τὴν τῶν ἄλλων ἁπάντων ἀναγκαία
8. τῶν εἰρημένων ἐστὶν ἡ γνῶσις. ὡς εἴ γε χωρὶς τῆς ἐκείνων
9. ἐπιστήμης ἐνεχώρει θεραπεύειν ὀρθῶς, οὐκ ἂν ἐσπουδάσαμεν
10. αὐτά. ταυτὶ μὲν οὖν ἀναγκαῖα ἦν προειπεῖν. αὐτοῦ
11. δ’ ἤδη καιρὸς ἄρξασθαι τοῦ λόγου σκοπουμένοις ὁπόσαι
12. διαθέσεις εἰσὶν αἱ δεόμεναι κενώσεως. ἐὰν μὲν οὖν ἐκ πείρας
13. τις αὐτὰς ἠθροικὼς διέρχηται, μνήμης χρεία μόνης ἐστὶ πρὸς
14. τὴν δήλωσιν· ἐὰν δ’ ἐκ λογικῆς ὁδοῦ, τὸ κοινὸν καὶ καθόλου
15. ἀναγκαῖόν ἐστιν εὑρεῖν, ἔπειτ’ ἐκ τῆς ἐκείνου τομῆς εἰς εἴδη
16. τε καὶ διαφορὰς ἄχρι τῶν ἐσχάτων εἰδῶν εὑρίσκειν τὸν
17. ἀριθμὸν τῶν ἐνδεικνυμένων τὴν κένωσιν διαθέσεων. οὕτω
1. γὰρ δείξομεν ἅπαντα συνιστάμενα τὰ διὰ λογικῆς ὁδοῦ τὴν
2. εὕρεσιν ἔχοντα.

Cliquer un n° de page pour en afficher l’image