3. Τῆς οὖν ἰατρικῆς τέχνης ἔργον ἐχούσης
4. ἁπάσας τῶν μορίων τοῦ σώματος τὰς κατὰ φύσιν ἐνεργείας
5. ἀνασώζειν μὲν ὁπότε διαφθείροιτο, φυλάττειν δ’ ὁπότε
6. σώζοιντο, τούτων δ’ ἑπομένων τῇ φυσικῇ κατασκευῇ ταύτην
7. ἀναγκαῖόν ἐστι φυλάττειν τε παροῦσαν, ἀνακτᾶσθαι δὲ διαφθειρομένην.
8. ἐπεὶ τοίνυν ἐδείχθησαν ὑπὸ τῶν ὁμοιομερῶν
9. σωμάτων αἱ πρῶται τῶν ἐνεργειῶν ἐπιτελούμεναι, διὰ δὲ τῶν
10. ὀργανικῶν αἱ δεύτεραι, ἐπισκεπτέον ἔστω σοι τὰ κατὰ τὸ
11. σῶμα περιεχόμενα τῶν ὑγρῶν ἥντινα τὴν ὠφέλειαν ἢ τὴν
12. βλάβην ἐργάζεται τοῖς μορίοις αὐτοῦ. δεδειγμένου τοίνυν ἐν
13. τῷ περὶ πλήθους βιβλίῳ διττῶς γίνεσθαί τε καὶ λέγεσθαι τὸ
14. πολὺ, κατὰ μὲν τὸ ἕτερον τῶν σημαινομένων ὡς πρὸς τὴν
15. δύναμιν, κατὰ δὲ θάτερον ὡς πρὸς τὴν εὐρυχωρίαν τῶν
16. περιεχόντων τοὺς χυμοὺς ἀγγείων, ὅπερ ὀνομάζουσιν ἔνιοι
17. κατὰ τὸ ἔγχυμα, κενώσεως δέ ἐστιν ἑκατέρῳ χρεία, κᾂν
18. ἐπὶ νοσοῦντος ἀνθρώπου κᾂν ἐπὶ ὑγιαίνοντος ἐπιγίγνηται.
19. καθάπερ γε καὶ ὁ τὸ φορτίον βαστάζων οὐκ εὐθὺς ἅμα τῷ
1. βαρύνεσθαί τε καὶ κάμνειν ἤδη καταπέπτωκέ τε καὶ νενίκηται
2. πρὸς αὐτοῦ, κατὰ τὸν αὐτὸν τρόπον, ὅταν ἡ δύναμις ὑπὸ
3. πλήθους βαρύνηται, δυνατόν ἐστι μηδέπω νοσεῖν τὸν
4. ἄνθρωπον. εἰ γοῦν ἔνιοι τῶν ἔτι τὰς συνήθεις πράξεις πραττόντων
5. λέγουσιν ὡς αἰσθάνονται βαρέων ἑαυτῶν καὶ νοθρῶν
6. καὶ ὀκνηρῶν καὶ δυσκινήτων, αὐτὸ τοῦτό ἐστι τὸ πλῆθος τὸ πρὸς
7. τὴν δύναμιν, ὥσπερ καὶ ὅταν ἀπὸ γυμνασίων τετάσθαι δοκῶσιν,
8. ὥσπερ Ἐρασίστρατος ἔφη, παραπίπρανται βραχίονές τε καὶ
9. πήχεις, οὐ μικρὸν γνώρισμά ἐστι θατέρου πλήθους, ὃ κατὰ τὸ
10. ἔγχυμα καλεῖσθαι πρὸς τινῶν εἶπον, ἐπειδὴ κατὰ τοὺς ἐγκεχυμένους
11. τοῖς ἀγγείοις χυμοὺς συνίσταται καὶ νοεῖται. λέλεκται δ’ ἐν
12. τοῖς ὑγιεινοῖς ἑλκώδους αἰσθήσεως ἐν ὅλῳ τῷ σώματι γιγνομένης,
13. καὶ μάλιστα κατὰ τὰς κινήσεις, κακοχυμίας ἔγγονον εἶναι τὴν
14. τοιαύτην διάθεσιν. ἀλλ’ ὅμως καὶ τοῦτο φαίνεται γιγνόμενον
15. οὐκ ὀλίγοις τῶν πραττόντων ἔτι τὰς συνήθεις πράξεις. καὶ
16. κατὰ μόρια δέ τινα τοῦ σώματος οὐχ ὅλον ἐνίοτε τὸν ὄγκον
17. ἐπιφαίνεται τὰ σημεῖα τῶν ἐν ἐκείνοις τοῖς μορίοις ὁμοίων
18. διαθέσεων, ὁποῖαι τοίνυν εἴρηνται καθ’ ὅλον τὸ σῶμα συνίστασθαι.
1. κεφαλῆς γοῦν μόνης αἰσθανόμεθα ποτὲ βαρυνομένης
2. ἢ ἑλκώδη τινὰ αἴσθησιν ἐχούσης, ἢ τῶν κροταφιτῶν
3. μυῶν τεινομένων ἤτοι γ’ ἁπλῶς ἢ μετὰ θερμασίας πλείονος.
4. οὕτω δὲ καὶ καθ’ ἧπάρ τε καὶ σπλῆνα καὶ γαστέρα καὶ πλευρὰς
5. καὶ διάφραγμα βάρους αἰσθανόμεθα πολλάκις. ὡσαύτως
6. δὲ καὶ κατὰ τὸ στόμα τῆς γαστρὸς ἤτοι βάρους, ἢ
7. δήξεως, ἢ ναυτίας, ἢ ἀποστροφῆς σιτίων, ἢ ὀρέξεως παραλόγου
8. γίνεταί ποτ’ αἴσθησις, πρὸς τούτοις καὶ ὀδύναι καθ’
9. ὁτιοῦν ἐρείδουσαι μόριον, ἢ διὰ χυμῶν πλῆθος ἀθρόως ἐπενεχθὲν
10. ἢ διὰ πνεῦμα φυσῶδες ἐνδείκνυται κένωσιν, ὥσπέρ
11. γε καὶ διὰ χυμὸν δριμὺν ἐσθίοντά τε καὶ διαβιβρώσκοντα τὸ
12. μόριον. ἔνιαι δὲ κατὰ δυσκρασίαν γίνονται. καὶ τούτων
13. αὐτῶν τινὲς μὲν ψιλὴν ἄνευ χυμῶν, ἔνιαι δὲ μετὰ χυμῶν.
14. ἐφ’ ἁπάντων μὲν οὖν τῶν εἰρημένων αἱ κενώσεις τῶν λυπούντων
15. χυμῶν καὶ ἀτμῶν ἀπαλλάττουσι τῶν παθημάτων τὸν
16. ἄνθρωπον, οὐ μὴν φλεβοτομίας δεόμεθά γε πάντως, ἀλλ’
17. ἀρκεῖ καὶ καθῆραι καὶ τρῖψαι καὶ λοῦσαι καὶ χρῖσαι τινὶ διαφορητικῷ
1. φαρμάκῳ. τίνες οὖν εἰσὶν αἱ διὰ φλεβοτομίας ὠφελούμεναι
2. διαθέσεις ἐφεξῆς λεγέσθωσαν.
⟨
(De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]
De curandi ratione per venae sectionem
Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).
De curandi ratione per venae sectionem, 4, ed. Kühn, 1826, vol. 11, p. 259-262. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩