3. Οὐ μόνον ἡ τροφὴ τοῖς τοῦ ζώου μέρεσιν
4. ἐξ αἵματός ἐστιν, ἀλλὰ καὶ ἡ κατὰ φύσιν θερμασία τὴν διαμονὴν
5. ἐξ αἵματος ἔχει, καθάπερ ἐκ τῶν ἐπιτηδείων καίεσθαι
6. ξύλων τὸ κατὰ τῆς ἑστίας πῦρ, ὑφ’ οὗ καὶ τοὺς οἴκους ὁρῶμεν
7. ὅλους θερμαινομένους. ὥσπερ οὖν τὸ πῦρ τοῦτο βλάπτεται
8. ποτὲ μὲν ἀθρόως ξύλων ἐπιβληθέντων αὐτῷ, ποτὲ
9. δ’ εἰ καὶ μὴ πολλῶν, ἀλλ’ ὑγρῶν ἱκανῶς, ἐνίοτε δ’ οὐδ’ ὅλως
10. ἐπιτιθεμένων ἢ παντάπασιν ὀλίγων, οὕτω καὶ ἡ κατὰ τὴν
11. καρδίαν θερμότης ποτὲ μὲν ἐλάττων ἑαυτῆς διά τε πλῆθος
12. αἵματος ἢ ἔνδειαν πολλὴν ἢ ποιότητα ψυχρὰν ἀποτελεῖται,
13. ποτὲ δὲ πλείων ἤτοι διὰ ποιότητα θερμὴν αἵματος ἢ δι’
14. ἔνδειαν ὀλίγην. ὅ τι δ’ ἂν ἡ καρδία πάθοι κατὰ ψύξιν ἢ
15. θερμότητα, τούτου καὶ τἄλλα μέρη τοῦ σώματος εὐθέως
16. μεταλαμβάνει. γίγνεται δὲ καὶ καθ’ ἕν τι μέρος ἐνίοτε παρὰ
17. φύσιν ἤτοι θερμότης ἢ ψυχρότης, ὡς δέδεικται πολλάκις
18. ἐν ἑτέροις ὑπομνήμασι. καὶ γενέσεις δὲ τούτων ἐν διττῷ
1. τρόπῳ, ποτὲ μὲν ἐπὶ χυμοῖς θερμοῖς ἢ ψυχροῖς, ἐνίοτε
2. δὲ καὶ κατὰ δυσκρασίαν μόνην. ἀλλ’ αἱ μερικαὶ θερμότητες
3. καὶ ψύξεις, ὅσαι μὲν ἐγγύς εἰσι τῷ πεπονθότι μορίῳ συμμεταβάλλουσιν,
4. εἰς ὅλον δ’ οὐκ ἐκτείνονται τὸ σῶμα πρὶν τὴν
5. καρδίαν ἀλλοιῶσαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπεδείχθη καὶ
6. τὸ σῶμα τῆς καρδίας ἀλλοιούμενον διττῶς, ἤτοι κατὰ δυσκρασίαν
7. ἢ διὰ χυμοὺς θερμοὺς ἢ ψυχροὺς ἢ δι’ ἔνδειαν τινὸς
8. αὐτῶν. οἱ χυμοὶ δὲ ἐδείχθησαν θερμοὶ καὶ ψυχροὶ γινόμενοι
9. διά τε τὸ ποσὸν τῶν ἐσθιομένων τε καὶ πινομένων καὶ δι’
10. ἡσυχίας τε καὶ κινήσεις σώματός τε καὶ ψυχῆς πλείους. ὥσπερ
11. δὲ ἐν τῇ γαστρὶ πολλάκις αἱ πέψεις γίνονται μοχθηραὶ, φλεγματωδεστέρων
12. ἢ χολωδεστέρων ἀποτελουμένων τῶν ληφθέντων,
13. ἢ τινὰ παρὰ φύσιν ἑτέραν διαφθορὰν ἰσχόντων ἢ ὠμῶν
14. καὶ ἀμεταβλήτων ἄχρι πλείστου μενόντων καὶ πνευματουμένων,
15. οὕτω καὶ κατὰ τὴν τοῦ αἵματος γένεσιν ἀποτυγχανομένων,
16. ἀνάλογον ταῖς ἐπὶ τῆς γαστρὸς ἀποτυχίαις τῆς πέψεως, ἔσονται
17. κατ’ αὐτὰς τὰς ἀρτηρίας καὶ τὰς φλέβας κατὰ τοὺς χυμοὺς
1. διαθέσεις. ἐπεὶ δὲ πάντα τὰ θερμὰ καὶ ὑγρὰ φαίνεται τάχιστα
2. σηπόμενα, καὶ μάλισθ’ ὅταν ἐν θερμοῖς ᾖ χωρίοις, ἀναγκαῖον
3. ἔσται καὶ τὴν ἐκ τῆς κοιλίας ἀναδιδομένην τροφὴν,
4. ὅταν μὴ κρατῆται καὶ μεταβάλληται πρὸς τῆς φύσεως εἰς
5. γένεσιν αἵματος χρηστοῦ, σηπεδόνας ἴσχειν ἄλλοτε ἀλλοίας.
6. ἐπεὶ δὲ τοῖς ἒξ ὕλης θερμοῦ σηπομένοις συμβαίνει γίνεσθαι
7. θερμοτέροις, διὰ τοῦτο θερμότερον ἔσται τὸ σηπόμενον αἷμα.
8. τούτου δὲ θερμοτέρου γιγνομένου καὶ τὸ μόριον ἐν ᾧ σήπεται
9. θερμότερον αἰσθητῶς ἔσται. ἐπεὶ δ’ ὑπὸ τῶν αἰσθητῶς θερμῶν
10. τὰ πλησιάζοντα συνθερμαίνεται, συνθερμανθήσεται τοῖς
11. οὕτω διακειμένοις μορίοις τὰ πέριξ ἅπαντα, δακνώδει καὶ
12. δριμείᾳ δηλονότι θερμασίᾳ, τοιαύτη γὰρ ἡ ἐκ σηπεδόνος.
13. ἐὰν οὖν ἀξιόλογόν τε τὸ μόριον ᾖ τὸ οὕτως θερμανθὲν, ἐκτείνειν
14. τε τὴν ἑαυτοῦ θερμασίαν ἐπὶ τὴν καρδίαν ἱκανὸν, ἤτοι
15. γε ὅτι πλησίον αὐτῆς ἐστὶν, ἢ ὅτι κύριον, ἢ ὅτι θερμὸν, συνεκπυρώσει
16. κᾀκείνην, ἅτε φύσει θερμοτάτην οὖσαν. εἰ δὲ ἅπαξ
17. αὐτὴ πυρωθείη, ῥᾳδίως ἤδη τὸ πᾶν αὐτῆς σῶμα συνεκθερμανθήσεται,
1. καθάπερ τινὸς ἑστίας φλόγα πολλὴν ἐχούσης ὁ
2. περιέχων αὐτὴν οἶκος. ὀνομάζουσι δὲ τὸ τοιοῦτον πάθημα
3. τοῦ σώματος οἱ Ἕλληνες πυρετόν. ἐνίοτε δὲ πρὶν ἄρχεσθαι
4. σήπεσθαι τὸ πλῆθος τοῦ αἵματος, ἐπί τι μόριον ἀθρόως
5. ἀφικόμενον ἤτοι τελέως ἐνέκρωσεν, ὥστε διαφθεῖραι τὴν
6. ἐνέργειαν, ἢ βλάβην ἀξιόλογον ἐνεγκεῖν. αἱ γοῦν ἀποπληξίαι
7. κατὰ τοῦτον γίνονται τὸν τρόπον, ἐπὶ τὴν ἀρχὴν τοῦ ζώου
8. ῥυέντος ἀθρόως αἵματος πολλοῦ. ὡς ὅταν γ’ εἰς ἄλλο τι
9. κατασκήψῃ μόριον, ὄγκον ἐν τούτῳ παρὰ φύσιν ἐργάζεται.
10. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ ἡ φλεγμονή. ὅταν δὲ παχύτερόν
11. τε καὶ μελαγχολικώτερον ᾖ τὸ κατασκῆψαν αἷμα, σκιῤῥώδης
12. ὁ ὄγκος γίνεται, καθάπερ γε καὶ χαῦνος, ὅταν ᾖ φλεγματικώτερον
13. τὸ ῥεῦμα· χολώδους δὲ ὄντος ἐρυσίπελας
14. ἀποτελεῖται. διωρισμένα δ’ ἀκριβῶς ἔχεις ἅπαντα ταῦτα
15. κατὰ τὰς προειρημένας ἄρτι πραγματείας, ἀλλὰ νῦν γ’, ὡς
16. ἔφην, ὑποθέσεις τῷ παρόντι λόγῳ τὰ δεδειγμένα ποιούμενος
17. ἀκολούθως αὐτοῖς τὸν περὶ τῆς φλεβοτομίας ἐπιδείκνυμι
18. λόγον. ὄντος οὖν πλήθους διττοῦ, κάλλιστον γὰρ ἐντεῦθεν
1. ἄρξασθαι, καὶ τοῦ μὲν ὡς πρὸς τὴν δύναμιν εἰς σηπεδόνα
2. τε ῥᾳδίως ἀφικνουμένου καὶ μέντοι καὶ κατασκήπτοντος
3. ἐνίοτε εἰς μόριά τινα, κᾀν τούτοις ἐργαζομένου τοὺς παρὰ
4. φύσιν ὄγκους, ἑτέρου δὲ τοῦ κατὰ τὸ καλούμενον
5. ἔγχυμα, κατασκήπτοντος μὲν καὶ τούτου πολλάκις εἰς μόρια
6. καὶ γεννῶντος ὄγκους, ἀλλὰ καὶ τὰς ἀποπληξίας καὶ τὰς
7. ῥήξεις τῶν φλεβῶν ἐργαζομένου, πειρᾶσθαι χρὴ κενοῦν αὐτὸ
8. διὰ ταχέων, πρὶν ἄρξασθαί τι μέγα κακὸν ἐργάσασθαι περὶ
9. τὸν ἄνθρωπον. εἴρηται δ’ ἐπὶ πλέον ὅπως τε χρὴ διαγινώσκειν
10. ἄμφω τὰ πάθη καὶ ὅπως ἰᾶσθαι, κατὰ τὴν τῶν ὑγιεινῶν
11. πραγματείαν, ὥσπερ γε κἀπειδὰν ἤτοι πυρετὸς ἢ αἵματος
12. ἀναγωγὴ γένηται διὰ πλῆθος, ἤτοι τῶν ἀποπληκτικῶν ἀῤῥωστημάτων,
13. ὅπως χρὴ καὶ τοῦτο θεραπεύειν ἐν τοῖς τῆς
14. θεραπευτικῆς μεθόδου γράμμασιν εἴρηται, διὸ καὶ περιττὴν
15. ἡγοῦμαι τήνδε τὴν συγγραφήν. εἰ μὲν γὰρ ὡσαύτως καὶ ἐν
16. ἐκείναις ταῖς πραγματείαις ἔγραψα, κἀνταῦθα γράφοιμι, δὶς
17. περὶ τῶν αὐτῶν ἀναγκασθήσομαι διέρχεσθαι, καὶ διὰ ταῦτα
18. μακρὸν ἀποτείνειν τὸν λόγον. εἰ δὲ ἐπὶ τὸ συντομώτερον
19. ἄγοιμι τὸν λόγον τόνδε, κινδυνεύσω παθεῖν δυοῖν θάτερον,
1. ἢ ἀσαφῶς τι διὰ τὴν βραχυλογίαν εἰπεῖν, ἢ διορισμόν τινα
2. τῶν χρησίμων παραλιπεῖν. ἀλλ’ ἐπεὶ μὴ κατὰ τὴν ἐμαυτοῦ
3. προαίρεσιν ἧκον ἐπὶ τὸν λόγον τοῦτον, εἴ τι γίγνοιτο τῶν
4. εἰρημένων τούτων ἐν αὐτῷ σφάλμα, τὴν αἰτίαν οἱ ἀξιώσαντες
5. ἕξουσιν, ὥσπερ γε καὶ εἰ κατορθωθείη καὶ φανείη χρήσιμος,
6. ἀποστήσομαι τῶν ἐπαίνων ἐκείνοις.
⟨
(De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]
De curandi ratione per venae sectionem
Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).
De curandi ratione per venae sectionem, 5, ed. Kühn, 1826, vol. 11, p. 262-267. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩