Galenus. De curandi ratione per venae sectionem (De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]

Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).

De curandi ratione per venae sectionem, 6, ed. Kühn, 1826, vol. 11, p. 267-270. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:6

7. Ἥδε οὖν αὖθις ἀρχὴ γιγνέσθω τῷ λόγῳ.
8. τοῖς μὲν τὰ συνήθη πράττουσιν, ἤτοι δὲ τῶν κυρίων τι μορίων
9. καὶ σύμπαν τὸ σῶμα βαρυνομένοις ἢ τεινομένοις, ἀναγκαία
10. μέν ἐστιν ἡ κένωσις· εἰ δὲ κατὰ τὴν ἡλικίαν μήτε παῖδες εἶεν
11. ἔτι μήτε ἤδη γέροντες, ἐπισκέπτου περὶ φλεβοτομίας ἀποβλέπων,
12. μάλιστα μὲν εἰς τοὺς πρώτους σκοποὺς τούσδε, τήν τε
13. ποσότητα τοῦ πλήθους καὶ τὴν ποιότητα καὶ τὴν τῆς δυνάμεως
14. ῥώμην ἢ ἀῤῥωστίαν, ἐφεξῆς δὲ τὴν φυσικὴν ἕξιν ὅλου
15. τοῦ σώματος, ὥραν τε καὶ χώραν καὶ τὸν προγεγενημένον
16. βίον, εἰ πλῆθος ἐδεσμάτων καὶ πομάτων καὶ μάλιστα πολυτρόφων
17. ὁ οὕτως ἔχων προσηνέγκατο τὸ ἔθος τε καὶ παρὰ
18. τὸ ἔθος, κινήσεις τε τίνας ἐκινήθη, ἐκκρίσεις τε τίνας ἔσχεν
1. ἢ ἐπεσχέθη παρὰ τὸ ἔθος, ἐπὶ δὲ τούτοις ἅπασι πότερον
2. ἰσχνότερος ἢ παχύτερος ἐγένετο. ἡ μὲν δὴ τοῦ πλήθους ἑκατέρου
3. ποσότης ἐκ τοῦ μεγέθους τῶν ἰδίων ὀρισθήσεται
4. σημείων. εἰς ὅσον γὰρ ἑαυτῷ βαρύτερος ὁ ἄνθρωπος εἶναι
5. δοκεῖ, πρόδηλον ὅτι καὶ τὸ πρὸς τὴν δύναμιν πλῆθος εἰς
6. τοσοῦτον ηὔξηται. κατὰ δὲ τὸν αὐτὸν λόγον εἰς ὅσον ἡ τονώδης
7. αἴσθησις ηὔξεται, κατὰ τοσοῦτον καὶ τὸ ἕτερον πλῆθος,
8. ὃ καλεῖσθαι πρός τινων ἔφην κατὰ τὸ ἔγχυμα. τὴν ποιότητα
9. δ’ ἐφ’ ἑκατέρου τοῦ πλήθους ἔκ τε τοῦ χρώματος διαγνώσῃ,
10. μεμνημένος ὅτι τὸ χρῶμα χυμῶν ἐστιν, ἐπειδὰν μετρίως
11. ἔχει θερμότητος λείπων σῶμα φύσει. τοῖς μὲν γὰρ ψυχροτέροις
12. ψυχροτέρα τοῦ παντὸς σώματος ἡ αἴσθησις ἕπεται, τοῖς
13. δὲ θερμοτέροις θερμοτέρα, καὶ τοῖς μὲν κατὰ τὰς φλέβας
14. ἠθροισμένοις χυμοῖς ὄγκος καὶ διάθεσις τῶν ἀγγείων, τοῖς
15. δ’ ἐν τῇ σαρκὶ, κατ’ ἐκείνην ἡ αἴσθησις ἤτοι τοῦ βάρους ἢ
16. τῆς τάσεως, ὥσπερ γε καὶ θερμότητος. αἱ δὲ τῶν διοικουσῶν
17. ἡμᾶς δυνάμεων ἀῤῥωστίαι τε καὶ ῥῶμαι ταῖς οἰκείαις ἐνεργείαις
18. ἐδείχθησαν κρινόμεναι, προαιρετικαῖς μὲν κατὰ
1. τὰ νεῦρα καὶ τὴν τούτων ἀρχὴν τὸν ἐγκέφαλον, ταῖς δὲ κατὰ
2. τοὺς σφυγμοὺς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν, τῇ δὲ
3. κατ’ εὐτροφίαν τε καὶ ἀτροφίαν εὔχροιάν τε καὶ ἄχροιαν ἡ
4. τρίτη δύναμις ἡ θρεπτικὴ, ἣν ἐξ ἥπατος ὁρμᾶσθαι ἐδείκνυεν
5. τὴν διάγνωσιν ἐλάμβανεν. ὅταν οὖν ἐπὶ τοῖς τοῦ πλήθους
6. σημείοις αἱ δυνάμεις ἐῤῥωμέναι τυγχάνουσιν οὖσαι, φλεβοτομήσεις
7. δηλονότι κατὰ μὲν τὴν τονώδη διάθεσιν οὐδὲν ἐπιδιοριζόμενος,
8. ἔτι δὲ μᾶλλον οὐδὲ κατὰ τὴν φλεγμονώδη. τοῦ
9. δὲ βαρύνοντος πλήθους ἐνοχλοῦντος οὐ πάντως αἵματος
10. ἀφαιρετέον. ἐνδέχεται γὰρ ὠμὸν ἠθροῖσθαι κατὰ τὸ σῶμα
11. χυμὸν, ἐφ’ οὗ προσέχειν ἀκριβῶς χρὴ μέχρι πόσου μὲν ἡ
12. δύναμις ἔῤῥωται, μέχρι δὲ πόσου αὐτὸς ὁ χυμὸς ἔφυ. προκαταλυθεῖσα
13. γὰρ ὑπὸ τῶν τοιούτων διαθέσεων ἡ δύναμις ἐν
14. ταῖς φλεβοτομίας εἴωθε καταπίπτειν ἐς ἔσχατον, ὡς μηκέτ’
15. αὐτὴν ἀνακτήσασθαι δυνηθῆναι. τούτου δὲ γενομένου κίνδυνος
16. οὐ σμικρὸς ἕπεται, μάλισθ’ ὅταν ἐπιπέσῃ πυρετὸς ἐν
17. καταστάσει θερινῇ στομάχου μοχθηρῶς ἔχοντος, ἢ τοῦ σώματος
18. ὅλου μαλακοῦ τε φύσει καὶ ὑγροῦ τὴν κρᾶσιν ὄντος. 
1. διαφοροῦνται γὰρ οἱ τοιοῦτοι συγκόπτονταί τε τάχιστα, κᾂν
2. μὴ μέγας αὐτοῖς ἐπιπέσῃ πυρετός. εἰ δὲ μηδὲν εἴη τούτων,
3. ἀλλ’ ὁ χειμὼν ἢ τὸ χωρίον ὑπάρχει φύσει ψυχρὸν, ἥ τε φύσις
4. τἀνθρώπου ψυχροτέρα, καταψύχονταί τε δεινῶς ὅλον τὸ
5. σῶμα φλεβοτομηθέντες, ἐμπίπτει τέ τινα τῶν διὰ κατάψυξιν
6. ἰσχυρὰν ἑπομένων συμπτωμάτων. τοὺς οὕτω διακειμένους
7. οὐ προσήκει διὰ φλεβοτομίας κενοῦν, ἀλλὰ τρίψεσί τε καὶ
8. χρίσμασι μετρίως θερμαίνουσι καὶ πόμασι τέμνουσι τὸ πάχος
9. τῶν χυμῶν καὶ θερμαίνουσι μετρίως. ὅσα γὰρ σφοδρῶς θερμαίνει
10. καταλύει τὴν δύναμιν ἀθροότερον, ὡς μηκέτι ἐξαρκεῖν
11. τῇ θεραπείᾳ. πολλάκις δὲ καὶ τὸν πυρετὸν συνηύξησεν, ὥστε
12. κἀντεῦθεν βλάβην γίνεσθαι τῇ δυνάμει. διὸ δὲ τῶν τεμνόντων
13. τὸ πάχος χυμῶν, ἐδεσμάτων τε καὶ πομάτων ἡ κατὰ τὸ θερμαίνειν
14. δύναμις ἔστω μετρία.

Cliquer un n° de page pour en afficher l’image