Galenus. De curandi ratione per venae sectionem (De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]

Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).

De curandi ratione per venae sectionem, 7, ed. Kühn, 1826, vol. 11, p. 270-273. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:7

15. Ὅσοι δὲ αἷμα πτύσαντες ἐθεραπεύθησαν
16. μὲν τῷ παραυτίκα, τοιαύτην δὲ ἔχουσι κατασκευὴν, ἐν τοῖς
17. κατὰ θώρακά τε καὶ πνεύμονα μορίοις, ὡς εἰ βραχὺ πλέον
1. ἀθροισθῇ θέλοι τὸ αἷμα, πάλιν αὐτοῖς ἤτοι γ’ ἀναστομωθῆναί
2. τι τῶν ἀγγείων ἤ ῥαγῆναι, τούτους εἰ καὶ μηδὲν εἴη κατὰ
3. τὸ σῶμα μηδέπω σύμπτωμα, φλεβοτομεῖν χρὴ κατὰ τὴν ἀρχὴν
4. τοῦ ἦρος. ὡσαύτως δὲ καὶ τοὺς εἰς ἐπιληπτικὰ πάθη ῥᾳδίως
5. ἐμπίπτοντος ἢ ἀποπληκτικούς. κατὰ δὲ τὸν αὐτὸν τρόπον,
6. εἰ καί τισί τῶν ἄλλων νοσημάτων εὐάλωτον εἰδείημεν εἶναι
7. τὸν ἄνθρωπον, οἷον ἤτοι περιπνευμονικοῖς ἢ πλευριτικοῖς ἢ
8. συναγχικοῖς, ἄμεινον φθάνειν φλεβοτομοῦντας μὴ περιμένοντας
9. φανῆναί τι σύμπτωμα πλήθους ἐναργές. ὡσαύτως δὲ καὶ
10. οἷς αἱμοῤῥοΐδες ἐπέσχηνται, καὶ μάλιστα εἰ μελαγχολικώτεροι
11. φαίνονται. καὶ ὅσοι δὲ καθ’ ἕκαστον ἔτος ἐν θέρει νοσοῦσιν
12. νοσήματα πληθωρικὰ, καὶ τούτους χρὴ κενοῦν εἰσβάλλοντος
13. ἦρος. ὡσαύτως καὶ ὅσοι κατ’ αὐτὸ τὸ ἔαρ ἁλίσκονται
14. τοῖς τοιούτοις, ἔνιοι ὀφθαλμοὺς ἔχοντες ἀσθενεῖς, ἢ τοῖς
15. ὀνομαζομένοις σκοτωματικοῖς πάθεσιν εὐάλωτοι καὶ αὐτοὶ
16. κατὰ τὴν ἀρχὴν τοῦ ἦρος δέονται κενοῦσθαι, προσδιασκεψαμένων
17. ἡμῶν ὁποῖόν τι τὸ ἀθροιζόμενον αὐτοῖς εἴη. τινὲς
18. μὲν γὰρ τὸν πικρόχολον ἀθροίζουσι χυμὸν πλέονα τῶν ἄλλων,
1. τινὲς τὸν μελαγχολικὸν ἢ φλεγματικὸν, ἔνιοι δὲ ὁμοτίμως
2. ἅπαντας ἐφ’ ὧν αἷμα πλεονάζειν λέγεται. τούτους οὖν
3. ἅπαντας κενώσεις, ὥσπερ καὶ τοὺς ποδαγρικούς τε καὶ ἀρθριτικοὺς
4. ἐν ἀρχῇ τοῦ ἦρος, ἀλλ’ ἤτοι φαρμακεύων ἢ φλεβοτομῶν.
5. ἐγὼ γοῦν πολλοὺς ἐτῶν ἤδη τριῶν καὶ τεττάρων ἐνοχλουμένους
6. ἐκ διαλειμμάτων ἀλγήμασι ποδῶν ἰασάμην, ἤτοι
7. καθαίρων τὸν πλεονάζοντα χυμὸν ἐν ἀρχῇ τοῦ ἦρος ἢ αἵματος
8. ἀφαιρῶν. εὔδηλον δ’ ὅτι καὶ μέτριοι τινὲς οἱ τοιοῦτοι κατὰ
9. τὴν ὅλην εἰσὶ δίαιταν, ὡς τούς γε ἀκολάστους οἰνόφλυγάς τε
10. καὶ γαστριμάργους οὐδὲν ὀνήσεις μέγα, φαρμακεύων ἢ φλεβοτομῶν.
11. ἀθροίζουσι γὰρ ἐν τάχει πλῆθος ὠμῶν χυμῶν, ἀκολάστως
12. διαιτώμενοι. τούτους μὲν οὐδὲ ἐπιχειρεῖν χρὴ θεραπεύειν,
13. ὅπη δ’ εὐπειθεῖς εἰσὶν ὀνήσεις αὐτοὺς μέγιστα κατὰ
14. τὴν ἀρχὴν τοῦ ἦρος, προκενώσας μὲν πρῶτον, ἐφεξῆς δ’ ἐπὶ
15. γυμνάσια καὶ δίαιταν ὑγιεινὴν ἀναγαγών. ἃ δ’ ἐπὶ τούτων
16. εἴρηκα, ταῦτά σοι νόμιζε καὶ περὶ πάντων εἰρῆσθαι τῶν
17. ἐπιτηδείων ἁλίσκεσθαι πάθεσιν οἷς ἀρτίως εἶπον, οἷον ἐπιληπτικοῖς,
1. ἢ ἀποπληκτικοῖς, ἢ σκοτωματικοῖς, ἢ αἱμοπτοϊκοῖς,
2. ἤ μελαγχολικοῖς.

Cliquer un n° de page pour en afficher l’image