Galenus. De curandi ratione per venae sectionem (De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]

Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).

De curandi ratione per venae sectionem, 8, ed. Kühn, 1826, vol. 11, p. 273-276. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:8

3. Οὐ μόνον δὲ πλήθους ὄντος, ἢ τοῦ πρὸς
4. τὴν δύναμιν ἢ τοῦ κατὰ τὸ καλούμενον ἔγχυμα, φλεβοτομία
5. μεγάλως ὀνίνησιν, ἀλλὰ καὶ χωρὶς πλήθους ἀρχομένην φλεγμονὴν,
6. ἤτοι διὰ πληγὴν ἢ ὀδύνην ἢ ἀτονίαν μορίων. ἥ τε
7. γὰρ ὀδύνη πρὸς αὐτὴν ἐπισπᾶται τὸ αἷμα καὶ πολλάκις ἀτονία
8. μορίων ἐργάζεται φλεγμονὴν ἄνευ τοῦ καθ’ ὅλον τὸ σῶμα
9. πλήθους. ἐδείχθη γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν,
10. ὅταν ἀσθενὲς ᾖ φύσει μόριον, ἑτοίμως βαρυνόμενον,
11. εἰ καὶ βραχὺ πλεῖον ἀθροισθείη ποτὲ ἐν αὐτῷ περίττωμα. καὶ
12. μέντοι καὶ ὅτι δύναμιν ἔχει πᾶν μόριον ὥσπερ ἑλκτικὴν
13. τῶν οἰκείων, οὕτω καὶ τῶν ἀλλοτρίων ἀποκριτικὴν, ὅτι τε
14. διττὸν εἴη τὸ ἀλλότριον, ἕτερον μὲν τῷ ποιῷ, τῷ ποιῷ δ’
15. ἄλλο. διὸ κἂν μὴ βαρύνοιτό τι μόριον ὑπὸ τῶν καθ’ ἑαυτὸ
16. χυμῶν, ἴσχει δέ τινα περιττώματα κατὰ τὴν ποιότητα παρὰ
17. φύσιν, ἐπὶ τὴν ἀπόκρισιν αὐτῶν ὁρμᾶν διὰ τῶν ἐν αὐτῷ
18. φλεβῶν ὥσπερ δι’ ὀχετῶν, ἀλλ’ εἴθ’ αἷμα μοχθηρὸν εἴη τὸ
1. ὠθούμενον, εἴτ’ ἄλλος χυμὸς, ἀνάγκη μὲν εἴς τι τῶν πλησίον
2. ἀφικέσθαι μορίων αὐτόν. ἐν ἐκείνῳ δὲ δυοῖν θάτερον, ἢ
3. πεφθέντα ἢ καὶ διαφθαρέντα, μηκέτ’ εἰς ἄλλο μεταρυῆναι
4. τρίτον, ἢ μηδετέρου τῶν εἰρημένων τυχόντα πάλιν ἐκ τοῦ
5. δευτέρου μορίου μεταρεῖν εἰς ἕτερον, εἶτ’ ἐξ ἐκείνου πάλιν εἰς
6. ἄλλο. καὶ τοῦτο μὴ παύεσθαι γιγνόμενον, ἄχρις ἂν εἴς τι
7. κατασκήψῃ τοιοῦτον, ὃ μηκέτ’ εἰς ἄλλο διώσασθαι δύναται
8. τὸ πλεονάζον ἐν ἑαυτῷ. συμβαίνει δὲ τοῦτο τῶν μορίων
9. ἐκείνοις ὅσα τὴν ἀποκριτικὴν δύναμιν ἀσθενεστέραν ἔχει
10. τῶν πλησιαζόντων ἁπάντων. οὐκέτι γὰρ ἀπώσασθαι τὸ
11. λυποῦν εἰς ἐκεῖνα δύναται τὰ μὴ παραδεχόμενα, διὰ τὴν ἐν
12. αὐτοῖς ἰσχύν. ἐδείχθη γοῦν καὶ τοῦτο ἡμῖν δι’ ἐκείνων τῶν
13. ὑπομνημάτων, ὡς οὐ μόνον ὠθεῖ τὸ περιττὸν ἕκαστον τῶν
14. μορίων εἰς τὸ πλησιάζον, ἀλλὰ καὶ ὅτι δέχεται μὲν,
15. πολλάκις δ’ ἀντιπέμπει καὶ ἀντωθεῖ μὴ παραδεχόμενον εἰς
16. ἑαυτὰ, κᾀν τούτῳ τὸ ἰσχυρότερον ἐκράτησε. διὸ καὶ τὰ πάντων
17. ἀσθενέστερα μόρια πρῶτα τοῖς περιττωματικοῖς ἁλίσκεται
18. νοσήμασιν. ἐκ τοιούτου δέ τινος τρόπου καὶ τὰς καλουμένας 
1. ῥευματικὰς διαθέσεις ἴσθι γιγνομένας, ἀσθενοῦς μὲν
2. ὅλου τοῦ σώματος ὄντος, ὅπερ ἕν τι τῶν τῆς καχεξίας εἶδός
3. ἐστιν, εἰωθότων τῶν κυρίων αὐτοῦ μορίων βαρύνεσθαι, κᾂν
4. ὀλίγον ἐν αὐτοῖς ἐστὶ τὸ αἷμα, διωθούμενόν τε τοῦτο πρὸς
5. τὰ κατὰ τὸ δέρμα μέρη τὰ σαρκώδη, καὶ μᾶλλόν γε εἰς τοὺς
6. ἀδένας ἐπιτηδείους ὄντας ὑποδέχεσθαι τὸ περιττὸν, διά τε
7. τὸ χαῦνον τῆς οὐσίας καὶ ὅτι τῶν ἄλλων μορίων ἀσθενεστάτας
8. ἔχουσι τὰς φυσικὰς δυνάμεις, ὥσπερ γε καὶ ἡ πιμελή.
9. τεττάρων γὰρ αὐτῶν οὐσῶν, ὡς ἐδείχθη, πρώτης μὲν τῆς
10. ἑλκτικῆς, δευτέρας δὲ καθεκτικῆς καὶ τρίτης τῆς ἀποκριτικῆς,
11. καὶ τετάρτης τῆς ἀλλοιωτικῆς, τὰς μὲν ἄλλας τρεῖς ἀσθενεστάτας
12. ἔχουσιν οἱ ἀδένες καὶ αἱ σάρκες, τὴν ἀλλοιωτικὴν δὲ
13. μόνην οὐ πολλῷ μείω τῶν ἄλλων μορίων. ἐφεξῆς δὲ τοῖς
14. ἀδένεσιν ὁ πνεύμων ἐστὶν ἑτοιμότατος δέξασθαι ῥεῦμα. καὶ
15. γὰρ οὗτος ἀσθενεῖς τε τὰς τρεῖς ἔχει δυνάμεις καὶ τὸ σῶμα
16. χαῦνον. εἶθ’ ἑξῆς ὁ σπλήν. ὁ δ’ ἐγκέφαλος ὅμοιος μὲν τούτοις
17. ἢ καὶ μᾶλλον ἐπιτήδειος δέξασθαι ῥεῦμα. πλεονεκτεῖ
18. δ’ αὐτῶν ἐκ τῆς κατασκευῆς εἰς ἀπόκρισιν ἑτοίμης οὔσης ὧν
1. ὑπεδέξατο. κοιλίας μὲν γὰρ ἔχει μεγάλας κατάντεσι πόροις
2. ἐκκενουμένας. οἷς ἂν οὖν φύσει ῥωμαλεώτερος ᾖ τοῦ σαρκώδους
3. γένους ὁ πνεύμων τε καὶ ὁ σπλὴν καὶ ὁ ἐγκέφαλος,
4. ἐπὶ τούτων εἰς τοὺς ἀδένας καὶ τὰς σάρκας ἀφικνεῖται τὰ
5. ῥεύματα καὶ τοῦ σώματος ἕξεως ὅλης ἀσθενούσης, ὡς ἐπὶ
6. τῶν ῥευματικῶν ἐστι διαθέσεων. εἰκότως τοιγαροῦν ἡ θεραπεία
7. τούτων οὐ κένωσιν ἔχει τὸν σκοπὸν, ἀλλὰ τοῦ
8. παντὸς σώματος τὴν ῥῶσιν. ἥ γε μὴν ἀρχὴ τῆς θεραπείας
9. ἀπὸ φλεβοτομίας αὐτοῖς γίγνεται. μοχθηρῶν δὲ τῇ ποιότητι
10. τῶν περιττωμάτων ὄντων καὶ κάθαρσιν παραλαμβάνομεν
11. ἐφ’ ὧν μάλιστα σωμάτων οὐδετέρου πλήθους ἀναμένειν
12. χρὴ τὸ οἰκεῖον σύμπτωμα, βάρος μὲν τοῦ πρὸς τὴν δύναμιν,
13. τάσιν δὲ τοῦ κατὰ τὸ ἔγχυμα. κατὰ δὲ τὸν αὐτὸν
14. λόγον ἐπὶ τῶν πληγέντων τι μορίων ἀξιολόγως, ἤτε ἄλλως
15. ὁπωσοῦν ἀρχομένην ἐχόντων φλεγμονὴν, ἐπειδὰν μεγάλην
16. αὐτὴν ἔσεσθαι προσδοκήσωμεν, ἀπὸ κενώσεως ἀρχόμεθα τῆς
17. θεραπείας ἢ καθαίροντες ἢ φλεβοτομοῦντες ὁποτέραν
18. κρίνομεν ἀμείνω κένωσιν ἔσεσθαι.

Cliquer un n° de page pour en afficher l’image