Galenus. De curandi ratione per venae sectionem (De cur. rat. per venae sect.) [n° 073 Fichtner] [GalLat]

Περὶ φλεβοτομίας θεραπευτικὸν
Traitement par la saignée
Treatment by Bloodletting (Cur. Rat. Ven. Sect.)
De curandi ratione per venae sectionem, 1826, vol. 11, p. 250-316. urn:cts:greekLit:tlg0057.tlg070.verbatim-lat1
Brain, 1986 (eng).

De curandi ratione per venae sectionem, 9, ed. Kühn, 1826, vol. 11, p. 277-280. urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:9

1. Καλῶς οὖν ἐν τοῖς προκειμένοις τῶν περὶ
2. διαίτης ὀξέων παρῄνηται φλεβοτομεῖν ἡμᾶς, ὅταν ᾖ μέγα τὸ
3. νόσημα καὶ ἀκμάζῃ [ἡ νόσος, ἢ] ὁ νοσῶν καὶ ῥώμη παρῇ. καὶ
4. κακῶς ὁ Μηνόδοτος ἐπὶ τῇ καλουμένῃ πληθωρικῇ συνδρομῇ
5. μόνῃ τὰς φλεβοτομίας λέγει τετηρῆσθαι. τοὐναντίον
6. γὰρ ἅπαν οἱ σκοποὶ τῆς φλεβοτομίας οὐ περιλαμβάνουσι,
7. πρῶτον ἐν αὐτοῖς τὸ πλῆθος, ἀλλὰ τὴν ὑποψίαν τοῦ γενομένου
8. πάθους. εἰ γὰρ ἔσεσθαι φαίνοιτο μέγα, φλεβοτομήσομεν
9. πάντως, κᾂν μηδὲν ᾖ τῶν τοῦ πλήθους γνωρισμάτων, ἐπισκοποῦντες
10. ἡλικίαν τε καὶ χώραν καὶ δύναμιν, ἃ μόνα φαίνεται
11. κᾀν τοῖς προκειμένοις τῶν περὶ διαίτης εἰρημένα. τὸν μὲν
12. γὰρ ἀκμάζοντα διὰ τὰ παιδία καὶ τοὺς γέροντας εἰς διορισμὸν
13. παρέλαβεν. οἱ πρῶτοι δ’ εἰσὶ καὶ κυριώτατοι σκοποὶ
14. τῆς φλεβοτομίας μέγεθος νοσήματος καὶ ῥώμη τοῦ κάμνοντος,
15. καὶ ταύτην χρὴ πρώτην λέγειν εἶναι συνδρομὴν, οὐ τὴν
16. πληθωρικὴν, ἐφ’ ᾗ τετήρηται φλεβοτομία. περιέχεται γὰρ ἐν
17. αὐτῇ κᾀκείνη τὸ μέγεθος αὐξάνουσα τοῦ νοσήματος. οὐ
18. μόνον γὰρ ὅταν ἤδη παρῇ τὸ μέγα νόσημα, φλεβοτομίας καιρὸς,
1. ἀλλὰ κᾀπειδὰν ἐπίδοξον ἔσεσθαι. φθάνει γὰρ ἡ παίδευσις
2. ἣν Ἱπποκράτης εἶπε διδάσκων ἡμᾶς, ὅσα παρόντων ἤδη
3. τῶν νοσημάτων ὀρθῶς ἂν πράξαιμεν, ἄμεινον εἶναι ταῦτα
4. κατὰ τὰς ἀρχὰς αὐτῶν ἢ μελλόντων ἄρχεσθαι φθάνειν
5. ποιοῦντας. ὥστε τοὺς εἰρημένους σκοποὺς ἐπὶ τοὺς ὑγιαίνοντας
6. ἔστι μεταφέρεσθαι. καὶ γὰρ καὶ τούτους φλεβοτομήσεις
7. ἐπιδόξους γενομένους ἁλώσεσθαι μεγάλῳ νοσήματι, πρός τε
8. τὴν ἡλικίαν ἀποβλέπων καὶ τὴν ῥώμην. εἰ γὰρ ἐπιτήδειός τις
9. ἐν νοσήματι γενέσθαι μεγάλῳ, κᾂν μηδὲν μηδέπω κατὰ τὸ
10. σῶμα παρῇ σύμπτωμα, φλεβοτομεῖν ἀξιοῦμεν. ἀρκεῖ γὰρ τὴν
11. ἡλικίαν ἐπισκέψασθαι μετὰ τῆς δυνάμεως, ὥστε τρία τὰ
12. συνέχοντα τὴν διάγνωσιν εἶναι, μέγεθος νοσήματος, ἤτοι
13. παρὸν ἢ προσδοκώμενον, καὶ ἡλικίαν ἀκμάζοντος καὶ ῥώμην
14. δυνάμεως. ἴσως δὲ μόνον ἀμελέστερον ἑρμηνεύεσθαι δόξει τὸ
15. τῆς ἡλικίας ἐν τοῖς προκειμένοις, ἐν τῷ περὶ διαίτης ὀξέων.
16. οὐ γὰρ τὴν τῶν ἀκμαζόντων εἰρῆσθαι μόνον ὀρθῶς ἔχει,
17. ἀλλὰ καὶ τὴν πρὸ αὐτῆς καὶ μετ’ αὐτὴν, ὡς δύο μόνας ἐξαιρεῖσθαι
18. τοῦ διορισμοῦ, τήν τε τῶν παίδων καὶ τὴν τῶν γερόντων.
1. ἀλλ’ ἡ μὲν τῶν γερόντων ἐν τῷ τῆς δυνάμεως
2. λόγῳ περιέχεσθαι δύναται. ῥώμη γὰρ οὐδενὶ τῶν κατ’ αὐτὴν
3. τὴν ἡλικίαν ἐστίν. ἐνίοις δὲ τῶν ἰατρῶν οὐδὲ τοῖς
4. παισὶν ἔδοξεν ὑπάρχειν ῥώμην κακῶς ἐγνωκόσιν, ὡς ἐν ἑτέροις
5. ἐπιδέδεικταί μοι. φλεβοτομήσομεν οὖν, εἰ μέγα τὸ
6. νόσημα προσδοκοίημεν εἶναι, ἢ παρὸν ἤδη θεωροίημεν ἢ ἀρχόμενον,
7. ἐπισκεψάμενοι τὴν ῥώμην τῆς δυνάμεως, ἐξελοῦντες
8. τοῦ λόγου μόνα τὰ παιδία, καὶ φήσομεν ἐλλειπέστερον εἰρῆσθαι
9. τὴν ἀπὸ τῆς ἡλικίας διάγνωσιν ὑπὸ τοῦ γράψαντος τὰ
10. προκείμενα τῷ περὶ διαίτης ὀξέων. ἀρκοῦσι γὰρ οὗτοι μόνοι
11. σκοποὶ πρὸς φλεβοτομίαν. οὐδὲ γὰρ ὁπότε πλῆθος ὠμῶν
12. χυμῶν ἤθροισται τοιοῦτον, ὡς κελεύεσθαι φλεβοτομεῖν, ὁ
13. λόγος ἐλέγχεται. ῥώμη γὰρ τούτοις δυνάμεως οὐ πάρεστι.
14. καὶ αὐτό γε τοῦτ’ ἐστὶ γνώρισμα τοῦ μὴ δύνασθαι φλεβοτομίαν
15. ἐνεγκεῖν αὐτοὺς, ὅταν ἅμα τῷ χρώματι τοῦ παντὸς
16. σώματος ἐμπεπτωκότι τοῦ δηλοῦντος αἷμα πλεονάζειν, ὁ
17. σφυγμὸς ἀνώμαλος ᾖ κατὰ σφοδρότητα καὶ μέγεθος ἐπικρατούντων
18. κατὰ τὴν ἀνωμαλίαν αὐτοῦ τῶν ἀμυδρῶν τε καὶ 
1. μικρῶν. ὡρισμένων οὖν τριῶν σκοπῶν φλεβοτομίας, μεγέθους
2. νοσήματος, ἤτοι παρόντος ἢ προσδοκωμένου ἢ ἀρχομένου,
3. ἡλικίας ἀκμάζοντος, ῥώμης δυνάμεως ἔξω τῆς τῶν παίδων
4. ἡλικίας, ἐπὶ τὰ ἄλλα τὰ πρόσθεν εἰρημένα γνωρίσματα φλεβοτομίας,
5. ἃ προσέθηκαν οὐκ ὀλίγοι τῶν ἰατρῶν ἀφίξομεν,
6. συνενδεικνύμενοι τὸ ποσὸν τῆς ἀφαιρέσεως, οὐκ αὐτὴν
7. τὴν φλεβοτομίαν, ὥστε ἐκ μὲν τοῦ νοσήματος καὶ τῆς ἡλικίας
8. καὶ τῆς δυνάμεως ὅτι φλεβοτομητέον γνωρίζεσθαι, τὸ ποσὸν
9. δὲ τῆς κενώσεως οὐκ ἐκ τούτων μόνων, ἀλλὰ καὶ τῶν ἄλλων
10. λαμβάνεσθαι. ταῦτα δέ ἐστιν ἥ τε πληθωρικὴ καλουμένη συνδρομὴ
11. καὶ ἡ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσις, εἰς ὥραν
12. καὶ χώραν τεμνομένη καὶ τὰ κατὰ τὸν προηγούμενον βίον
13. γεγονότα περί τε ποιότητα καὶ ποσότητα τῶν ἐδηδεσμένων,
14. ἐκκρίσεις τε καὶ κινήσεις ἤτοι γεγονυίας ἢ μή. περὶ μὲν οὖν τῆς
15. ἐν τούτοις διαφορᾶς ὀλίγον ὕστερον ὀψόμεθα.

Cliquer un n° de page pour en afficher l’image