ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΒΔΕΛΛΩΝ, ΑΝΤΙΣΠΑΣΕΩΣ,
ΣΙΚΥΑΣ ΚΑΙ ΕΓΧΑΡΑΞΕΩΣ
ΚΑΙ ΚΑΤΑΣΧΑΣΜΟΥ.
1. Θηρῶντές τινες τὰς βδέλλας κατακλείουσι
2. καὶ ἐπὶ πολλοῖς αὐταῖς χρῶνται. αὗται γὰρ ἐκμειλίττουσαι
3. ῥᾳδίως ἅπτονται τῶν σαρκῶν. τὰς δὲ νέον εἰλημμένας φυλάττειν
4. χρὴ ἡμέραν μίαν, αἷμα ὀλίγον εἰς διατροφὴν ἐμβάλλοντας.
5. οὕτως γὰρ διαπιεσθήσεται τὸ ἰῶδες αὐτῶν. ἐπὶ δὲ τῆς
6. χρείας τὸ βδελλισθησόμενον μέρος προεκνιτρούσθω καὶ καταχριέσθω
7. ἢ κνάσθω τοῖς ὄνυξι, ἑτοιμότερον γὰρ ἅψονται. δεῖ δὲ
1. ἐμβαλεῖν αὐτὰ εἰς ὕδωρ χλιαρὸν καὶ καθαρὸν ἀγγεῖον εὐρὺ,
2. ἔπειτα σπόγγῳ περιλαβόντες αὐτὰς καὶ τὸ γλοιῶδες ἀποκαθάραντες
3. διὰ τῶν χειρῶν προσέξομεν. μετὰ δὲ τὸ ἐμφῦναι
4. ἔλαιον χλιαρὸν ἐπιχέομεν τῷ μορίῳ, ὥστε μὴ ψυγῆναι. ἐπὶ
5. δὲ χειρῶν ἢ ποδῶν αὐτὸ τὸ μέρος ἐμβαλεῖν χρὴ τῷ ὕδατι,
6. ἔνθα εἰσὶν αἱ βδέλλαι. εἰ δὲ ὀλίγον ἅψοιντο, ψαλίζειν χρὴ
7. τὰς οὐρὰς αὐτῶν. ἐκχεομένου γὰρ τοῦ αἵματος, ἕλκουσαι
8. οὐ παύονται, μέχρις ἂν ἡμεῖς ἅλας ἢ σποδὸν προσπάσσωμεν
9. αὐτῶν τοῖς στόμασι. μετὰ δὲ τὸ ἀποπεσεῖν σικύᾳ χρὴ τὸ
10. ἰῶδες ἐξέλκειν· εἰ δὲ μὴ, πυριατέον σπόγγοις. τὰ δὲ σώματα,
11. εἰ μὲν ὑποδακρύει, κύμινον ἢ ἄλευρον προσπαστέον, ἔπειτα
12. ἐρίῳ ἔλαιον βραχὺ κατειλικτέον. εἰ δὲ αἱμοῤῥαγείη, ὀθόνια
13. ἐπιβλητέον ἐξ ὄξους ἢ κηκίδα κεκαυμένην, ἢ σπόγγον
14. δεύσας ὑγροπίσσῃ καὶ καύσας ἐπιθετέον. γινώσκειν δὲ χρὴ
15. ὡς αἱ βδέλλαι οὐ τὸ ἐν τῷ βάθει ἕλκουσιν αἷμα, ἀλλ’ αὐτὸ
16. τὸ παρακείμενον τῇ σαρκὶ εἰσμύζουσιν. χρώμεθα δὲ αὐταῖς
17. ἀντὶ σικυῶν, ἀποσπῶμεν δὲ αὐτὰς, ὁπόταν εἰκάσωμεν τὸ
1. ἥμισυ μέρος εἱλκύσθαι τοῦ αἵματος. ἐκκωλύομεν δὲ καὶ οὐκ
2. ἐῶμεν ἀποῤῥεῖν ἕως ἂν αὔταρκες ἀποκριθῇ, ἐπειδὴ τὸ μόριον
3. ψύχεται ὑπό τε τῶν βδελλῶν φύσει ψυχρῶν οὐσῶν καὶ ὑπὸ
4. τοῦ περιέχοντος.