Περὶ ἀντισπάσεως.
5. Τὰς σφοδροτάτας ἐπιῤῥοὰς τῶν χυμῶν
6. ἀντισπαστικοῖς βοηθήμασι κωλύομεν ἀθρόως κατασκήπτειν.
7. ἀντισπαστικὰ δέ ἐστι βοηθήματα ἐπὶ τῆς εἰς θώρακα καὶ
8. γαστέρα ῥοπῆς εἰς χεῖρας· ἔμετοι δὲ ἐπὶ τῆς εἰς τὰ κάτω,
9. καθάπερ καὶ ἡ διὰ τῶν δριμυτέρων κλυσμῶν τῆς ἐπὶ τοὺς
10. ἐμέτους. ἄμφω δὲ ταύτας τὰς ῥοπὰς, λέγω δὲ τὰς διὰ
11. τῆς ἄνω καὶ κάτω γαστρὸς, εἰς οὖρα καὶ ἱδρῶτας ἀντισπάσεις·
12. καὶ μέντοι γε καὶ τὰ οὖρα πρὸς ἱδρῶτάς τε καὶ διαχωρήσεις
13. γαστρὸς. ἀντισπαστικὸν δὲ βοήθημα καὶ ἡ παρὰ
14. τοὺς τιτθοὺς προβαλλομένη σικύα. ταῖς δὲ καθ’ ὑποχόνδριον
15. ἐρειδομέναις ἀντισπάσεις τὴν ἐπὶ τοὺς μυκτῆρας ὁρμὴν τοῦ
16. αἵματος, ὥσπερ γε καὶ τὴν διὰ μήτρας ἄμετρον φοράν.
17. ἀντισπᾷ δὲ καὶ τὰ δριμέα φάρμακα τοῖς κόλποις ἐπιτιθέμενα
1. τὰς ἐπὶ κεφαλὴν καὶ σπλάγχνα ῥοπὰς τῶν χυμῶν. καὶ ἁπλῶς
2. τὴν ἀντίσπασιν ποιητέον ἐπὶ μὲν τοῖς ἄνω ῥέουσι χυμοῖς
3. εἰς τὰ κάτω, ἐπὶ δὲ τοῖς εἰς τὰ κάτω τοὐναντίον, καὶ ἐπὶ
4. μὲν ταῖς ἔσω ῥοπαῖς ἔξω, καὶ πάλιν ἐπὶ ταῖς ἐκτὸς εἴσω,
5. κᾂν πρὸς τὰ δεξιὰ ῥέπῃ, ἐπὶ τὰ ἀριστερὰ, καὶ εἰ πρὸς τὰ
6. εὐώνυμα, πρὸς τὰ ἐναντία. οὕτω δὲ καὶ τὰς μὲν ὀπίσω ῥοπὰς
7. πρόσω, τὰς δ’ εἰς πρόσω ὄπισθεν.