ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΚΑΘΑΙΡΟΝΤΩΝ
ΦΑΡΜΑΚΩΝ ΔΥΝΑΜΕΩΣ.
1. Κατὰ τὴν αὐτὴν αἰτίαν ἐοίκασιν οἱ παλαιότατοι
2. τῶν ἰατρῶν τὰς πονηρὰς δόξας ἀνελέγκτους ἐᾶσαι,
3. καθ’ ἣν καὶ τῶν νομοθετῶν οἱ ἀρχαιότατοι τὰ μέγιστα τῶν
4. ἁμαρτημάτων ἀτιμώρητα. μετριωτέρας γὰρ οὔσης κατ’ ἐκεῖνον
5. τὸν χρόνον τῆς κακίας καὶ μήτε ἀδικεῖν ἐπιχειρούντων
6. τὰ μέγιστα μήτε ἀναισχυντεῖν ὑπομενόντων τὰ φανερώτατα,
7. πῶς ἄν τις ἢ κόλασιν ὥριζε τοῖς μηδ’ ὅλως γεγενημένοις, ἢ
8. ἔλεγχον ἐπῆγεν οἷς οὐδεὶς ὅλως εἶπεν; ἐπειδὴ δ’ ἐν τῷ χρόνῳ
9. τῆς κακίας αὐξανομένης οὔτε ἀτόλμητον οὐδὲν ἔτι τοῖς
1. ἀνθρώποις οὔτε ἄῤῥητον ἦν, οἱ μὲν νομοθέται πολλοὺς τρόπους
2. καινοὺς ἐξευρίσκουσι τῶν ἐπὶ τοῖς ἀδικοῦσι τιμωριῶν.
3. οἱ δ’ ἀλήθειαν τιμῶντες ἐλέγχων ἰδέας πολυτρόπους
4. ἐπὶ τοῖς σοφισταῖς, ὅπερ νῦν ἐοίκαμεν καὶ ἡμεῖς ἂν δράσειν,
5. ἐξελέγχοντες τοὺς ἀναιροῦντας μὲν τῶν καθαιρόντων φαρμάκων
6. τὴν ἑλκτικὴν δύναμιν ὧν ἐκκενοῦσι χυμῶν, μεταβλητικὴν
7. δέ τινα φάσκοντας ἔχειν ἁπάντων ὁμοτίμως τῶν πλησιαζόντων
8. αὐτοῖς. λέλεκται δ’ οὐδὲν Ἱπποκράτει πρὸς τὴν
9. τοιαύτην δόξαν. οὔπω γὰρ οὔτ’ Ἀσκληπιάδης ἦν κατ’ αὐτὸν,
10. ὁ προφανῶς ἀναισχυντήσας τε καὶ ὥσπερ ἔπαθλόν τινα κατὰ
11. τῆς ἀληθείας ἀποδυσάμενος, οὔτ’ Ἐρασίστρατος, ὁ μετ’
12. αἰδοῦς μέν τινος, ὅλον δ’ ἀνατρέψας τὸ κεφάλαιον αὐτὸ, ὃ
13. περὶ τῶν καθαιρόντων φαρμάκων φανερῶς ὑπάρχει. τὴν
14. γάρ τοι δραστικωτάτην τε καὶ οἰκειοτάτην τῆς φύσεως δύναμιν
15. τὴν ἑλκτικὴν οὐκ οἶδεν Ἐρασίστρατος οὐδαμόθεν τῶν ἑαυτοῦ
16. συγγραμμάτων, ἀλλὰ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ
17. μᾶλλον ἀντ’ αὐτῆς χρῆται. μέρος δέ ἐστι τῆς τῶν οἰκείων
1. ἑλκτικῆς δυνάμεως ἡ ἐν τοῖς καθαίρουσι φαρμάκοις, ὥσπερ
2. γε καὶ καθ’ ἣν ἡ χολὴ διακρίνεται καὶ τὸ οὖρον, ἄλλα τε
3. πολλὰ κατά τε τὴν ὑγείαν τῶν ζώων ὑπὸ τῆς φύσεως ἀποτελούμενα
4. καὶ κατὰ τὰς ἰάσεις τῶν νοσημάτων καὶ κατὰ τὰ
5. νοσήματα, ὑπό τε τῶν ἰατρῶν καὶ αὐτῆς τῆς φύσεως οὐχ
6. ἥκιστα. ἐπεὶ τοίνυν Ἱπποκράτης οὐδὲν εἶπεν πρὸς τοὺς
7. ἀναιροῦντας ἐκ τῶν ὄντων τὴν ὁλκὴν, ὅτι μηδὲ προστάτην
8. οὕτως ἰταμὸν ὁ λόγος ἔσχεν, οἷοι πολλοὶ τῶν μετ’ αὐτῶν
9. ἐγένοντο, δίκαιον ἂν εἴη περὶ τῆς ἀληθείας ἀνθ’ Ἱπποκράτους
10. ἡμᾶς ἀγωνίσασθαι καὶ πρῶτον μὲν οἷόν τι λέγουσιν
11. ἀναμνῆσαι τοὺς ἄνδρας, εἶθ’ ἑξῆς ὡς οὐκ ὀρθῶς λέγοντας
12. ἐπιδεῖξαι. ὁ μὲν δὴ λόγος αὐτῶν τοιόσδε. τὸ καθαῖρον φάρμακον,
13. οὗπερ ἂν ψαύσῃ χυμοῦ, τοῦτον εἰς τὴν ἰδίαν ἰδέαν
14. ἀλλοιοῖ, χολὴν μὲν ξανθὴν ἐργαζόμενον, ὅπερ ὀνομάζουσι
15. χολαγωγὸν, ὥσπερ καὶ φλέγμα, ὃ καλοῦσι φλεγμαγωγόν·
16. ὑδατώδη δέ τινα φύσιν ἀποτελοῦν ὃ καλοῦσιν ὑδραγωγὸν,
17. ἄλλο γε μέλαιναν χολὴν ἀποφαῖνον οὗπερ ἂν ἅψηται χυμοῦ.
1. συνελόντα δὲ φάναι, μεταβολὴ καὶ ἀλλοίωσίς ἐστι τῶν ἐν
2. ταῖς φλεψὶ χυμῶν ἁπάντων, οὐ κένωσις ἑνὸς ἐξ αὐτῶν, ἡ
3. προσαγορευομένη κάθαρσις, ὡς ὁ τούτων λόγος. ἀλλ’ εἴπερ
4. ταῦτα βούλεσθε, λέγωμεν ἤδη πρὸς αὐτοὺς, ἄν τε χολῆς ἀγωγὸν,
5. ἄν τε φλέγματος, ἄν τε μελαίνης, ἄν τε ὀῤῥώδους ὑγρότητος
6. λάβῃ τὶς φάρμακον, ἅπαντας κενοῦσθαι τοὺς ἐκ τῶν
7. φλεβῶν χυμούς. καὶ μὴν ταύτῃ μόνον ἄρα διαλλάττει τὸ
8. καθῆραί τινα τοιούτῳ φαρμάκῳ, τοῦ τέμνοντα φλέβα κενῶσαι
9. τὸ αἷμα, καθόσον ἐν μὲν ταῖς φλεβοτομίαις οἷόν περ
10. ἔμπροσθεν ἐνυπάρχει ἐκκρίνεται, κατὰ δὲ τὰς καθάρσεις ἐξαλλαττόμενόν
11. ἐστιν οὐ τῇ χρόᾳ μόνον, ἀλλὰ καὶ τῇ συστάσει.
12. τὸ μὲν γὰρ τῶν ὑδατωδῶν ἀγωγὸν ὑγρὰ καὶ λεπτὰ
13. πάντα ποιεῖται τὰ κατὰ τὰς φλέβας, εἰ καὶ τύχοι πρότερον
14. ὄντα παχύτατα τὸ δὲ τῆς μελαίνης ἔμπαλιν ἅπαντα παχέα
15. καὶ στάσιμα, κᾂν εἰ πρόσθεν ἦν ὑγρότατα. καὶ τοίνυν καὶ
16. ἡ ἔκλεξις ἡμῖν τοῦ φλεβοτομῆσαί τε καὶ καθῆραι κατ’ ἄλλους
17. μέν τινας ἔσται σκοποὺς, κατ’ αὐτὴν δὲ τὴν ἰδέαν τῶν κενουμένων
18. οὐκ ἔσται. τίνες δ’ ἄλλοι σκοποί; πολλοὶ μὲν
1. ἑτοιμότεροι πρὸς φλεβοτομίαν εἰσὶ τῶν ἄλλων, ἔνιοι δὲ πρὸς
2. κάθαρσιν, ὥσπερ γε καὶ ἄλλοι θᾶττον ὁτιοῦν πάθειεν ἢ
3. φλεβοτομοῖεν. ἔνιοι δὲ ἀποκοπῆναι μᾶλλον ὑπομένουσι μόριόν
4. τι τοῦ σώματος ἢ καταπιεῖν φάρμακον. καὶ μὲν δὴ καὶ
5. τινὲς μὲν ἀνατρέπονται τὸν στόμαχον ὑπὸ τῶν καθαιρόντων
6. φαρμάκων, ἕτεροι δὲ ἀλύπως λαμβάνουσιν. ἀπὸ τῶν
7. τοιούτων οὖν σκοπῶν ἐνίους μὲν τῶν ἀνθρώπων φλεβοτομήσομεν,
8. ἐνίοις δὲ τὸ καθαῖρον φάρμακον δώσομεν, οὐκ ἀφ’
9. ὧν ἐνόμιζον οἱ Ἀσκληπιάδαι, φλεβοτομίαν μὲν ὁμοτίμως
10. ἐκκενοῦν ἅπαντας τοὺς ἐν ταῖς φλεψὶ νομίζοντες χυμοὺς, τὴν
11. κάθαρσιν δ’ οὐχ ὁμοτίμως, ἀλλ’ ἕνα μέν τινα καὶ μόνον
12. ἐκεῖνον, οὗπερ ἂν ἀγωγὸν εἶναι λέγεται. διὸ καὶ καθαίρεσθαι
13. φασὶ τὸ αἷμα ὑπὸ τῶν τοιούτων φαρμάκων, οὐ κενοῦσθαι
14. καθάπερ ἐν ταῖς φλεβοτομίαις. ταῦτα ὑμῶν ἕπεται ταῖς ὑποθέσεσιν
15. ἑκόντων τε καὶ ἀκόντων.