Galenus. De purgantium medicamentorum facultate (De purg. med. fac.) [n° 075 Fichtner] [GalLat]

Περὶ τῆς τῶν καθαιρόντων φαρμάκων δυνάμεως
Facultés des médicaments purgatifs
The Capacity of Cleansing Drugs (Purg. Med. Fac.)
, 1960.
De purgantium medicamentorum facultate, 1826, vol. 11, p. 323-342. urn:cts:greekLit:tlg0057.tlg072.verbatim-lat1

De purgantium medicamentorum facultate, 2, ed. Kühn, 1826, vol. 11, p. 327-331. urn:cts:greekLit:tlg0057.tlg072.1st1K-grc1:2

16. Ἀναμνήσω δ’ αὐτῶν τὰ κεφάλαια. κατὰ
17. μὲν τοὺς Ἀσκληπιάδας ἁπάντων τῶν ἐν ταῖς φλεψὶ χυμῶν
18. ὁμότιμός ἐστιν ἡ ἐν ταῖς φλεβοτομίαις κένωσις, οὐχ ὁμότιμος 
1. δ’ ἡ ἐν ταῖς καθάρσεσιν, ἀλλὰ τῶν ἄλλων ἀφαίρεσις, ὡς
2. καθαρὸν ἀποφῆναι τὸ αἷμα. κατὰ δὲ τοὺς περὶ Ἐρασίστρατον
3. ὁμότιμος ἁπάντων ἐστὶν ὥσπερ ἐν ταῖς φλεβοτομίαις,
4. οὕτω κᾀν ταῖς καθάρσεσιν ἡ κένωσις, ἃς οὐδὲ καθάρσεις
5. ὄντως, ἀλλὰ κενώσεις ἅμα διαφθορᾷ καὶ ἀλλοιώσει τῶν
6. κενουμένων ὑπάρχειν ἐροῦσιν. ἥκοντες τοίνυν ἐπὶ τὸν ἆθλον
7. οἵ τε μετρίως ἀναίσχυντοι τῶν σοφιστῶν οἵ τε ἐσχάτως ἀγωνιζέσθωσαν
8. ὥσπερ ἐν σταδίῳ μὴ λόγοις πρός με μηδὲ λήροις
9. μακροῖς, ἀλλ’ αὐτοῖς τοῖς ἔργοις εἰς ἃ προσκαλοῦμαι κατὰ
10. τὴν πολυανθρωποτάτην πόλιν τήνδε, μυρίων ὁσημέραι μὲν
11. κατ’ αὐτὴν ἰκτεριώντων εὑρεθῆναι δυναμένων, μυρίων δὲ
12. ὑδερικῶν. ἀρκεῖ γάρ μοι περὶ τούτων πρῶτον ποιήσασθαι
13. λόγον. ἀγέτω τις πρός με τούτων δή τινα χωρὶς πυρετοῦ
14. μεστὸν ἔχων τῆς πικρᾶς χολῆς τὸ σύμπαν σῶμα, καὶ θεασάσθω
15. πῶς μετὰ τὸ παρασκευάσαι τὸν ἄνθρωπον ἡμέραις τισὶν,
16. ὅταν ἤδη μοι καιρὸς εἶναι δοκῇ, δοὺς ὑπήλατόν τι τῶν χολαγωγῶν,
17. εἰς τὸ κατὰ φύσιν ἐκ τῆς τοιαύτης καθάρσεως ἐπανάγω
18. τὸν ἄνθρωπον, οὐδὲν ὅλως ἔτι περὶ τὸ σῶμα πραγματευσάμενος.
1. ἀλλὰ τοῦθ’ ἡμεῖς οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ πάνυ
2. πολλάκις ἐπεδειξάμεθα τοῖς ἡμιμοχθήροις αὐτῶν, καὶ πολλοὺς
3. ἐπὶ τὰ βέλτια μετεστήσαμεν. οὐ μὴν τούτου γε ἕνεκεν, ὦ
4. σοφιστὰ, πιστεύειν σε κελεύω τοῖς μαρτυροῦσιν, ἀλλὰ σαυτὸν,
5. ὅτε βούλει, θεάσασθαι μιᾷ καθάρσει τὸν ἰκτεριῶντα, τὴν
6. κατὰ φύσιν ἀπολαμβάνοντα χρόαν. ὅταν οὖν ἴδῃς τοῦτο
7. γινόμενον, ὦ γενναῖε, τολμήσῃς ἐν τῷ μέσῳ καταστὰς λαμπρᾷ
8. τῇ φωνῇ, κήρυκος γοῦν δίκην αἴρων αὐτὴν, ἀποτεῖναι
9. λόγον μακρὸν, οἷον πολλάκις τοῖς μαθηταῖς, ὡς οὐχ ἕλκεται
10. τὸ οἰκεῖον ὑφ’ ἑκάστου τῶν καθαιρόντων, ἀλλὰ τὸ περιεχόμενον
11. ἐν ταῖς φλεψὶν ἅπαν, ὁποῖον ἂν εἴη, μεταβάλλεται
12. πρὸς ὅπερ ἂν ἡ τοῦ φαρμάκου δύναμις ἀλλοιοῦν αὐτὸ φύσιν
13. ἔχῃ. καὶ νῦν οὗτος ὁ θεραπευθεὶς τὸν ἴκτερον οὐ τῷ κενωθῆναι
14. τὸν χυμὸν, ἀλλὰ τῷ κοινῷ λόγῳ τῆς κενώσεως
15. ὤνητο. θεάσασθε γοῦν ὅπως ἐγὼ τῶν οὕτως ἐχόντων ἕτερον
16. ἤτοι φλεβοτομήσας, ἢ δοὺς ἄλλο τι τῶν ὑπηλάτων
17. ὁμοίως ὠφελήσω. ταῦτ’ εἰπὼν ἐφεξῆς μοι δύο τῶν ἰκτεριώντων,
18. τὸν μὲν φλεβοτόμησον, τὸν δὲ διά τινος τῶν τοιούτων
1. ὑπηλάτων ἐκκένωσον, ὃ σύμπαντες μὲν ἄνθρωποι τὴν
2. μέλαιναν χολὴν κενοῦν, σὺ δὲ οὐ κενοῦν, ἀλλὰ γεννᾷν πέπεισαι.
3. κᾄπειτ’ ἐὰν ὠφελήσῃς αὐτὸν, εὔχρουν ἀποφήνας τὸ σῶμα,
4. πᾶν ὁτιοῦν ἂν ἐθελήσας με παθεῖν, συγχωρήσω σοι, μηδὲν
5. μέντοι τὸν ἄνθρωπον ὀνήσας, ἀλλ’ εἰς τὸ ἔσχατον ἀγαγὼν
6. βλάβης, ἐπὶ τὰ βελτίω μετάστηθι καὶ τὴν Ἱπποκράτους ζήλωσον
7. τέχνην. ἀλλὰ περὶ μὲν τῶν ἰκτεριώντων ἅλις. ἐπὶ δὲ
8. τὸν ὑδεριῶντα μεταβὰς θέασαι πάλιν καὶ τοῦτον οὐχ ὁμοίως
9. ὑπό τε φλεβοτομίας διατιθέμενον καὶ φαρμάκου τινὸς τῶν
10. ὑδραγωγῶν. εἰ γὰρ μὴ δείξαιμι τὸ κατὰ τὸ ἦτρον ὑδατῶδες
11. ἐκκενούμενον ὑπὸ φαρμάκου, τότ’ ἔνεστί σοι καταγνῶναι μὲν
12. τοῦ παλαιοῦ λόγου νομίζοντος οὐ γεννᾶσθαι τὸν τοιοῦτον
13. χυμὸν, ὡς σὺ φῂς, ἀλλ’ ἐκ τοῦ σώματος ἕλκεσθαι πρὸς τοῦ
14. φαρμάκου. καθ’ ἡμῶν δ’ ὅ τι βούλει πράξαι, καὶ μὴν εἰ μελαίνης
15. χολῆς ἢ ξανθῆς ἀγωγὸν δοίης φάρμακον, οὐ κενώσεις
16. τὸν ὄγκον, καὶ οὕτως ἕκαστον τῶν φαρμάκων οἰκείου τινὸς
17. ἑλκτικόν ἐστι χυμοῦ. σὺ δ’ εἰ νομίζεις ἅπαντας ὁμοίως
1. ἀλλοιοῦσθαι καὶ κένωσιν εἶναι κοινὴν, οὐ κάθαρσιν, τὸ γινόμενον,
2. ἔξεστί σοι τέμνειν τὴν φλέβα. ταῦτα εἰ μὲν ἐν Ἰνδοῖς
3. τις ὢν γράφων προσεκαλεῖτο, χαλεπὸν ἦν ἐξελέγχειν αὐτόν.
4. ἐπεὶ δ’ ἄνθρωπος ἑκάστης μὲν ἡμέρας ὑφ’ ἡμῶν βλεπόμενος,
5. ἐπ’ αὐτὸν δὲ τὸν διὰ τῶν ἔργων ἔλεγχον προσκαλούμενος,
6. οὐκ οἶδα πῶς οὐκ αἰσχύνεσθε φλυαροῦντας. οὐ μέλλω λέγειν,
7. ὅτι παμπόλλων ἰκτεριώντων ἐξεκάθηρα τὸ σῶμα τοῦ χολώδους
8. χυμοῦ καθάρσει μιᾷ· καὶ γὰρ μυρίοι περὶ τούτου μαρτυροῦσιν·
9. εἰ δὲ οἱ ἀναισχυντότατοι σοφισταὶ προσποιήσονται
10. πᾶσιν ἀνθρώποις ἀπιστεῖν, θεασάσθωσαν αὐτοὶ γιγνόμενον
11. αὐτὸ τὸ ἔργον, ὁποσάκις ἂν βουληθῶσι.

Cliquer un n° de page pour en afficher l’image