Galenus. De purgantium medicamentorum facultate (De purg. med. fac.) [n° 075 Fichtner] [GalLat]

Περὶ τῆς τῶν καθαιρόντων φαρμάκων δυνάμεως
Facultés des médicaments purgatifs
The Capacity of Cleansing Drugs (Purg. Med. Fac.)
, 1960.
De purgantium medicamentorum facultate, 1826, vol. 11, p. 323-342. urn:cts:greekLit:tlg0057.tlg072.verbatim-lat1

De purgantium medicamentorum facultate, 3, ed. Kühn, 1826, vol. 11, p. 331-335. urn:cts:greekLit:tlg0057.tlg072.1st1K-grc1:3

12. Καίτοι τί λέγω θεασάσθωσαν; ἐπέδειξα
13. γὰρ ἤδη πολλάκις αὐτοῖς τοῦτο, καὶ μέμνημαί γε τινὰ καὶ
14. τοιαύτης τινὸς ἀντιλαμβανόμενον ἀδολεσχίας. ἔφησε γὰρ οὐχ
15. ἓν δή τι χυμῶν εἶδος ἕλκεσθαι πρὸς ἑκάστου τῶν φαρμάκων,
16. ἀλλὰ ἁπλῶς ἕκαστον μὲν αὐτῶν ἕλκειν ὥσπερ τὰ βδάλλοντα.
17. τῇ δὲ ὁλκῇ πρότερον μὲν ἀκολουθεῖν τὸ λεπτότερον ἐν τοῖς
18. χυμοῖς, ἐφεξῆς δὲ αὐτῷ τὸ παχύτερον, εἶθ’ οὕτως τὸ παχύτατον.
1. ὧν μὲν ἂν οὖν ἡ ῥώμη φαρμάκων ἐκλύηται θᾶττον,
2. ἐπὶ τοῖς ὑδατώδεσιν ἵστασθαι τὴν κένωσιν. ὧν δ’ ἂν ἐπὶ
3. πλέον ἐξαρκεῖ, κενοῦσθαι τούτων καὶ τὴν ξανθὴν χολήν.
4. ὅσα δὲ ἰσχυρότατα, τούτων καὶ τὴν μέλαιναν ἐπισπᾶσθαι.
5. παραχρῆμα μὲν οὖν ἔδοξε τοῖς θιασώταις ὁ τοιοῦτος εὖ λέγειν
6. καὶ πάντες ἐπεβόων αὐτῷ καὶ δρόμῳ πολλῷ καταλιπὼν ἡμᾶς
7. ἀπηλλάττετο, γινώσκων, οἶμαι, βεβαίως ὅτι μένων ἐξελεγχθήσεται.
8. δοθέντος μέντοι κατὰ τὴν ὑστεραίαν ὑφ’ ἡμῶν τοῖς
9. χορευταῖς αὐτοῦ βιβλίου τινὸς, ἐν ᾧ τῶν οὕτως ἐξαίφνης
10. ἀποτετολμημένων ἦν ἔλεγχος, οὐκέτ’ οὐδέποτ’ αὐτοῖς ἐκείνοις
11. ἔθ’ ὁμοίως ἦν πιθανὸς ἀπορῶν διαλύσασθαι τὰ προβεβλημένα.
12. ταυτὶ γὰρ ἐνεγέγραπτο τῷ βιβλίῳ, χθὲς μὲν ἀπέδρας
13. τὸν λόγον, ὅμοιόν τι ποιήσας ἀγωνιστῇ τὸν στέφανον
14. ἁρπάσαντι καὶ φυγόντι πρὶν ἀγωνίσασθαι, τήμερον δὲ οὐκ
15. ἐκφεύξῃ τὸν ἔλεγχον. ἀκολουθήσει γάρ σοι τουτὶ τὸ βιβλίον,
16. εἰς τὰς χείρας ἐμπεσὸν τῶν ἀμφίσε χορευτῶν. οὐδὲ γὰρ
17. ἧττόν τις πρὸς ἐκείνους ὁ λόγος ἐστὶν ἢ πρός σε, τοὺς οὐδέποτε
18. μὲν ἔμπροσθεν ἀκηκοότας σοῦ συγχωροῦντος ὑπάρχειν 
1. ὁλκὴν ἐν οὐδενὶ τῶν ὄντων ἁπλῶς, χθὲς δὲ ὁμολογοῦντος
2. ἠκηκοότας ἕλκεσθαι κοινῇ πάντα τὰ περιεχόμενα κατὰ τὰς
3. φλέβας ὑπὸ τοῦ φαρμάκου. δίκαιον γὰρ ἦν αὐτοὺς μὴ ὅτι
4. θαυμάζειν ἢ ὅλως ἐπαινεῖν τὸ ῥηθὲν, ἀλλὰ προδοσίαν ὑπολαμβάνειν
5. ὧν ἐξ ἀρχῆς ἐτίθετο. περίτε γὰρ οὔρων διακρίσεως
6. καὶ ξανθῆς χολῆς καὶ μελαίνης ἄλλων τε πολλῶν
7. ἐνεργειῶν κατὰ τὸ σῶμα παμπόλλους λόγους ἑκάστοτε ποιεῖσθε,
8. πάντα μᾶλλον ἢ ὁλκὴν εἶναι συγχωροῦντες ἐνέργειαν
9. τινὰ φυσικὴν ἑκάστῳ σώματι τῶν οἰκείων ἑαυτῷ, νυνὶ δὲ οὐ
10. μόνον εἶναι τὴν ὁλκὴν συγχωρήσαντες, ἀλλὰ καὶ πάντων
11. ἁπλῶς, ὅπέρ ἐστι πολὺ μεῖζον ὁμολόγημα τοῦ τῶν οἰκείων
12. φάναι. τὸ μὲν γὰρ ὥσπερ τις ἀποκριτικὴ τῶν ἀλλοτρίων ἐστὶ
13. δύναμις ἐν τοῖς ζώοις, οὕτως εἶναι τινὰ καὶ τῶν οἰκείων
14. ἑκάστῳ τῶν ὄντων ἑλκτικὴν, εὔλογον εἶναι δοκεῖ πᾶσιν ἀνθρώποις,
15. ὅσοι γε μηδέπω τὴν ἡμετέραν σοφίαν σοφοί· τὸ
16. δ’ ἕλκεσθαι πάνθ’ ὁμοτίμως ὑπό τινος, ἄν τ’ οἰκεῖα ταῖς
17. ποιότησιν ἄν τ’ ἐναντιώτατα τύχῃ, θαυμαστῆς ἀλογίας μεστόν.
18. οὕτως οὐ μόνον ὡμολόγησας τὴν ὁλκὴν, ἀλλὰ καὶ
1. πολὺ χεῖρον ἢ ἐχρῆν οὐ μόνον τῶν οἰκείων, ἀλλ’ ἁπλῶς
2. ἁπάντων εἰπών. οὕτω μὲν δή μοι δοκεῖς οὐκ ἐπαινεῖσθαι
3. μᾶλλον ἢ παροινεῖσθαι δίκαιος ὑπάρχειν ὑπὸ τῶν περί σε
4. χορευτῶν. ὅτι δὲ οὐδὲ κέχρησαι ποτὲ καθαίρουσι φαρμάκοις,
5. ἀλλ’ ἰδιώτης τέ τις εἶ καὶ ἄπορος ἔργων ἰατρικῶν, ἐγώ μοι
6. δοκῶ καὶ τοῦτο διὰ ταχέων ἐπιδείξειν. ὅσα καθαίρειν πέφυκε
7. μέλαιναν χολὴν, εὐθέως ἐξ ἀρχῆς κενοῖ μέλαιναν. διαφέρουσι
8. δ’ ἀλλήλων κενώσεις τῷ τὰ μὲν ὑγρότερα, τὰ δ’ ἐφεξῆς αὐτῶν
9. ἀεὶ καὶ μᾶλλον εἶναι παχύτερα. αὐτὸ τοῦτο καὶ τοῖς τὸ
10. φλέγμα καὶ τοῖς τὴν ξανθὴν χολὴν ἐκκαθαίρουσιν ὑπάρχει.
11. ἕλκει μὲν γὰρ ἐξ ἀρχῆς ἕκαστον αὐτῶν τὸν οἰκεῖον χυμὸν,
12. ἀλλ’ ἐν τῷ χρόνῳ παχύτερον, οὐ μὴν ὡς σὺ νομίζεις ἐπλήρωσέ
13. τις πρότερον ὅλην λεκάνην ὀῤῥώδους περιττώματος,
14. εἶθ’ ἑξῆς ἄλλην χολῆς ξανθῆς, κᾄπειτ’ ἄλλην φλέγματος, εἶθ’
15. οὕτως κενοῦσθαι τὴν μέλαιναν. ᾧ δῆλον ὡς ὑπὸ μὲν τοῦ
16. φαρμάκου τὸ οἰκεῖον ἕλκεται, συνέπεται δὲ αὐτῷ τὸ ἐπιπολάζον
17. ὑδατῶδες. ἔνεστι δέ σοι τοῦτο θεᾶσθαι νῦν, εἰ καὶ
18. μὴ πρότερον πλεῖστον μὲν ὑδατῶδες καὶ χολῶδες κενουμένους
1. τοὺς ἀνθρώπους ἐπὶ ταῖς τοιαύταις τῶν φαρμάκων δόσεσιν,
2. ὀλιγίστην δὲ τὴν σύμπασαν αὐτοῖς γιγνομένην κένωσιν ἐπὶ
3. τοῖς τῆς μελαίνης ἀγωγοῖς. ἐχρῆν δὲ ἀεὶ πλεῖστον μὲν τὸ
4. σύμπαν ἐπὶ τοῖς τῆς μελαίνης κενοῦσθαι κατά γε τὴν σὴν
5. ὑπόθεσιν, ἐλάχιστον δὲ ἐπὶ τοῖς ὑδατώδεσίν τε καὶ χολώδεσιν.
6. ἀσθενείᾳ γάρ που καὶ ῥώμῃ τῶν φαρμάκων ὁ λόγος
7. σου διέκρινε τὴν τῶν κενουμένων ἰδέαν, ὡς ἐπὶ τοῖς
8. τῆς μελαίνης ἀγωγοῖς. ἐπεὶ δὲ ῥώμῃ ταῦτα τῶν ἄλλων
9. διαφέρει, παμπόλλη τις ἡ κένωσις γενήσεται, πρώτη μὲν
10. τοῦ ὑδατώδους ἅπαντος, εἶτα τοῦ χολώδους, εἶτα τοῦ
11. φλεγματώδους, εἶτ’ αὐτῆς τῆς μελαίνης. ἐπὶ δέ γε τῶν
12. ἀσθενῶν ὑπηλάτων αὐτὰ μόνα κενωθήσεται τὰ ὑδατώδη.
13. φαίνεται δὲ οὐδὲν τούτων γιγνόμενον, ὥστε ταῦτα τὰ
14. φαινόμενα καταβάλλει σου τὸν λόγον. ἄξιον δὲ ἀποκρίνεσθαί
15. σε καὶ διὰ τί τῶν παχυτέρων ἀεὶ μετὰ τὰ λεπτότερα
16. κενουμένων ἡ μέλαινα χολὴ προτέρα τοῦ αἵματος
17. ἕλκεται, καίτοι γε οἷον ἰλύς τις οὖσα τοῦ αἵματος, ὡς ἐν
18. τοῖς οἴνοις ἡ τρύξ.

Cliquer un n° de page pour en afficher l’image