1. Ἴσως οὖν ζητήσεις εἰ ἔστι τι φάρμακον
2. εὐθὺς ἐξ ἀρχῆς αἵματος ἀγωγόν. ἔστιν, ὦ βέλτιστε, χρήσαιτο
3. δ’ ἂν οὐδεὶς αὐτῷ. διὰ τί; φήσεις ἴσως. ὅτι σφάξαι
4. τοῦτ’ ἂν εἴη τὸν ἄνθρωπον, οὐ καθῆραι. τὰ γάρ τοι καθαίροντα
5. δι’ αὐτὸ τοῦτο πρὸς ἁπάντων ὀνομάζεται καθαίροντα,
6. διότι καθαρὸν ἀποφαίνει τὸ αἷμα τῶν εἰρημένων περιττωμάτων.
7. οὐ μὴν οὕτω γέ τις ἐστὶ σοφὸς ἰατρὸς, ὡς ἐθελῆσαι
8. μὲν κενῶσαι ἅπαν τὸ αἷμα, καταλιπεῖν δ’ ἐν τῷ σώματι
9. τοὺς ἄλλους χυμούς. ὅθεν ἐν τοῖς δηλητηρίοις ἅπαντα τὰ
10. τοιαῦτα καταριθμοῦσιν, ὅσα κένωσιν αἵματος ἐργάζεται διὰ
11. τῶν κατὰ τὴν γαστέρα τε καὶ τὰ ἔντερα φλεβῶν. ἐχρῆν δὲ
12. οὐδὲ ταῦτα κατὰ τὴν σὴν ὑπόθεσιν ἐξ ἀρχῆς κενοῦν αἷμα.
13. τὰ δὲ ὀνόματα τῶν τοιούτων φαρμάκων, οὐδ’ εἰ βεβαίως
14. ἠπιστάμην, ἐδήλουν ἂν ἐν τοῖς γράμμασιν. ἀλλ’ ἐκεῖνό γε
15. μόνον ἀσφαλὲς εἰπεῖν μοι τὸ γενόμενον ἐν Θρᾳξὶ Βιθυνοῖς ἔτι
16. παίδων ἡμῶν ὑπαρχόντων. εὗρέ τις ἄνθρωπος τοιαύτην
17. βοτάνην, ὥστε τὸν προσαράμενον αὐτῆς ἀποκρίνειν αἷμα καὶ
18. οὕτως ἀπόλλυσθαι. πολλῶν οὖν ἀποθνησκόντων ὁμοίῳ
1. τρόπῳ, ζητήσεως ἀκριβεστέρας ἀξιώσαντες τὸ γινόμενον,
2. εὗρόν τε τὸν φαρμακέα καὶ πρὸς τὸν ἡγούμενον τοῦ ἔθνους
3. ἤγαγον. ἔργον δὲ ἐκείνου ποιουμένου μὴ μόνον αὐτὸν ἀποκτεῖναι
4. τὸν ἄνθρωπον, ἀλλὰ καὶ εἴ τις ἄλλος ἢ ἐδίδαξεν αὐτὸν
5. ἢ ἔμαθεν παρ’ αὐτοῦ, μαθεῖν μὲν παρ’ οὐδενὸς ἔφη τὴν
6. πόαν, ἀλλ’ ἧπαρ ποτὲ χοίρειον εἴς τι προάστειον κομίζων,
7. πηξάσης τῆς γαστρὸς, ἀποθέσθαι κατὰ βοτάνης αὐτὸ, κᾄπειτ’
8. ἀναιρούμενον αὖθις ἰδεῖν ἰχῶρας αἱματώδεις ἐξ ὅλου τοῦ
9. ἥπατος ἐπὶ τὴν βοτάνην ἐκρέοντας, ἐντεῦθέν τε στοχασάμενον
10. εἰκὸς εἶναι τὴν βοτάνην ἕλκειν αἷμα, δοῦναι τινὶ πείρας
11. ἕνεκα τῶν ἐπιτυχόντων ἀνθρώπων, ὡς δ’ ἅπερ ἤλπισεν εὗρεν,
12. ἐπὶ κακῷ χρῆσθαι τοῦ λοιποῦ. οὐ μὴν οὐδὲ δεῖξαι ἔφη βοτάνην
13. ἑτέρῳ ἀνθρώπων. ταῦτ’ εἶπεν ὁ φαρμακεὺς ἐκεῖνος ἐπὶ πλεῖστον
14. βασανιζόμενος. ὁ δὲ τοῦ ἔθνους ἡγούμενος, ἐπεὶ κατὰ τὴν διήγησιν,
15. ἣν ἐποιήσατο περὶ τῆς βοτάνης, παμπόλλην ἔφη πεφυκέναι
16. πανταχόθεν, δεθέντα τοὺς ὀφθαλμοὺς ἐκέλευσεν αὐτὸν
17. ἀπαχθῆναι τεθνηξόμενον, ὅπως μή τινι μεταξὺ δείξειεν. ὥστε,
18. ὦ βέλτιστε, πολλὰ μὲν εἰκὸς εὑρῆσθαι φάρμακα τοιαύτην
1. ἔχοντα δύναμιν, ὥστε εὐθὺς ἐξ ἀρχῆς ἕλκειν αἷμα. σιωπᾶσθαι
2. δ’ εὔλογον αὐτὰ, καθάπερ τὰ ἄλλα δηλητήρια πρὸς
3. ἁπάντων σιωπᾶται τῶν ἐχόντων νοῦν. ἐγένοντο γάρ τινες
4. ἤδη καὶ περὶ τὴν τούτων διδασκαλίαν ἄφθονοι, τερατώδη
5. τινὰ κοινωνίαν ἐπιδειξάμενοι καὶ γράψαντες ἑκάστου τῶν
6. δηλητηρίων σκευασίας, ἀλλ’ οὐκ ἐκ τῶν νοῦν ἐχόντων οἱ τοιοῦτοι,
7. καθάπερ οὐδὲ ὑμεῖς, ἐὰν ἡμᾶς ἐρωτᾶτε τίνα τῶν φαρμάκων
8. αἵματός ἐστιν ἀγωγά. πάλιν τοίνυν τὸν λόγον ἐπὶ
9. τὸν ἐξ ἀρχῆς ἀναγάγωμεν σκοπόν. ὁ μὲν ἕλκεσθαι λέγων
10. ὁμοτίμως ἅπαντας τοὺς χυμοὺς, ἀλλὰ τοὺς μὲν εὐρουστάτους
11. πρώτους, ἐφεξῆς δὲ τοὺς ἄλλους ἀποκρίνεσθαι, προδίδωσι τὰ
12. φίλτατα, τὴν ἑλκτικὴν δύναμιν ὑπάρχειν ἐν τοῖς οὖσιν ὁμολογῶν.
13. ὑπὲρ ἧς ἀναισχυντεῖ ὁ χορὸς αὐτοῦ, περί τε χολῆς
14. καὶ οὔρου διακρίσεως, ἀναδόσεώς τε καὶ ἄλλων τοιούτων
15. ἀλλόκοτα λέγειν ὑπέμεινεν, ἔτι τε τοῖς φαινομένοις
16. ἐναντία τίθεται, καθάπερ ἐδείξαμεν ἔμπροσθεν. εἰ γὰρ ἀληθὴς
17. ἡ ὑπόθεσις αὕτη, πλείστη μὲν ἡ σύμπασα κένωσις ἐπὶ
18. τοῖς τῆς μελαίνης ἀγωγοῖς, ἐλαχίστη δὲ ἐπὶ τοῖς τῶν ὀῤῥωδῶν
1. περιττωμάτων ἔσται. καὶ μὴν δείξω σοι μυριάκις, ἐὰν θελήσῃς,
2. ὦ σοφιστὰ, κᾂν νῦν γοῦν θεάσασθαι τὰ τῆς τέχνης
3. ἔργα, τοῖς μὲν ὑδραγωγοῖς φαρμάκοις ἑπομένην ἀεὶ πλείστην
4. κένωσιν, τοῖς δὲ τὴν μέλαιναν ἐκκαθαίρουσιν ἐλαχίστην.
5. δείξω δὲ καὶ κατ’ ἀρχὰς εὐθέως ἐκκενουμένην τὴν
6. μέλαιναν.
⟨
(De purg. med. fac.) [n° 075 Fichtner] [GalLat]
De purgantium medicamentorum facultate
Περὶ τῆς τῶν καθαιρόντων φαρμάκων δυνάμεως
Facultés des médicaments purgatifs
The Capacity of Cleansing Drugs (Purg. Med. Fac.)
, 1960.
De purgantium medicamentorum facultate, 1826, vol. 11, p. 323-342. urn:cts:greekLit:tlg0057.tlg072.verbatim-lat1
De purgantium medicamentorum facultate, 4, ed. Kühn, 1826, vol. 11, p. 336-339. urn:cts:greekLit:tlg0057.tlg072.1st1K-grc1:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩