7. Ὁ μὲν οὖν ἕλκεσθαι λέγων ὁμοτίμως ἅπαντας
8. τοὺς χυμοὺς εἰς τοσοῦτον ἀναίσθητός τε καὶ ἀμαθής
9. ἐστιν, ὁ δ’ ἀλλοιοῦσθαι θεασάσθω πάλιν εἰς ὅσον οὐδὲν
10. διοίσει κατ’ αὐτὸν ἢ φλεβοτομεῖν ἢ καθαίρειν χολαγωγῷ
11. φαρμάκῳ τὸν ἰκτεριῶντα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὁμότιμόν
12. ἐστι φλεβοτομῆσαί τε τὸν ὑδεριῶντα καὶ κενῶσαι τινὶ
13. τῶν ὑδραγωγῶν, εἶτα οὐκ αἰσχρὰ τὰ τοιαῦτα; καταγελῶσιν
14. οὐκ ὀρθῶς οἱ πολλοὶ τὰ τοιαῦτα ἀκούοντες ἀλλήλοις ἀντιλεγόντων
15. τῶν ἰατρῶν, κατεγνώκασί τε τοῦ λόγου πάντες, ὀνομάζουσί
16. τε τοὺς ὁπωσοῦν τι φθεγγομένους λογιατρούς. ὃ
17. γὰρ εἴωθα λέγειν ἀεὶ, τοῦτο καὶ νῦν εἰπεῖν μοι καιρὸς, ἰδιώτης
18. ἅπας τοῦ τοιούτου σοφιστοῦ κρείττων ἐστίν. εἰ γὰρ καὶ
1. μηδὲν ἄλλο, τὰς γοῦν κατὰ φύσιν ἐννοίας οἱ ἰδιῶται διασώζουσιν,
2. ἀπολλύντων καὶ ταύτας διὰ μοχθηροὺς ἐθισμοὺς τῶν
3. σοφιστῶν. ἔναγχος γοῦν τις ἰδιώτης οὐκ ἄφρων ἐξανθημάτων
4. αὐτῷ κατὰ πολλὰ μόρια τοῦ σώματος ἐξαίφνης γενομένων
5. ἑλκωδῶν τε καὶ κακοχρόων ἧκεν ὡς τὸν ἰατρὸν, ἀξιῶν
6. ὅτι τάχιστα καθαρθῆναι. τοῦ δὲ φλεβοτομεῖσθαι μᾶλλον
7. αὐτὸν κελεύοντος, οὐ μαίνου, ἔφη, τῷ γὰρ διεφθαρμένῳ συνεκκενοῦσθαι
8. τὸ χρηστὸν εὔλογον ὑπάρχει. ἀλλ’ οἱ πάντα
9. μᾶλλον ἢ τὸν Ἱπποκράτειον λόγον ἀληθεύειν βουλόμενοι καὶ
10. τὰς κοινὰς ἐννοίας προσαπολλύουσι τῇ φιλονεικίᾳ. κᾄπειτ’
11. ἐπιπηδῶσι μὲν ἡμῖν ὡς διασπασόμενοι, τοῖς δὲ ἐπ’ αὐτῶν τῶν
12. ἔργων ἐλέγχοις ἄχθονται. δίκαιον δὲ ἦν ὡς ἡμεῖς ἐκείνους
13. ἐπηρεάσοντας ὑπὲρ ὧν οὐκ ἴσασιν Ἱπποκράτην φέρομέν τε
14. καὶ πείθειν ἐπιχειροῦμεν, οὕτω καὶ αὐτοὺς ὑπομένειν τοὺς
15. ἐλέγχους, καὶ μάλιστα μὲν, εἰ οἷόν τε, στέργειν τοὺς διδάξαντας·
16. εἰ δὲ μὴ, ἀλλὰ μὴ μισεῖν γε πάντως. ἀκούσας γοῦν τις
17. τῶν ἀπὸ τῆς τοιαύτης ἐμπληξίας ἰατρῶν, ὡς ἐγὼ παμπόλλους
18. ἐθεράπευσα μόνῃ καθάρσει. τούτων δὴ τῶν τὰς καλουμένας
1. ἀλωπεκίας ἐχόντων τοὐντεῦθεν ἤρξατο μισεῖν με. καί τις
2. ἄλλος ὅτι καρκινώδεις διαθέσεις ἀρχομένας, τούς τε καλουμένους
3. ἐλέφαντας καὶ φαγεδαίνας, ἄλλα τε πολλὰ τῶν κακοήθων
4. ἑλκῶν ὁμοίως ἐμίσησεν, ἄλλος δὲ ὅτι σκοτωματικοὺς
5. ἐθεράπευσα καθάρσεσι μόναις, ἄλλος δ’ ὅτι μανιώδεις ἐπιλήπτους
6. τε καὶ μελαγχολικοὺς, ἔτι δὲ καὶ κεφαλαίᾳ κάμνοντας
7. οὐκ ὀλίγους ἐξιασάμην καθάρσεσι μόναις, ὥσπερ γε καὶ ἰσχιαδικούς.
8. οὕτω δὲ καὶ ἀλγήματα χρόνια κατὰ πολλοὺς τόπους
9. ἐσπαρμένα καὶ τοῦτον δὴ τὸν ἔναγχος ὡς κωλικὸν ἤδη τριῶν
10. μηνῶν ὑπὸ τῶν ἰατρῶν θεραπευσάμενον, ἐπὶ τὸ χεῖρον προϊόντα,
11. πάντα ἀποῤῥῖψαι κελεύσας ἐκεῖνα καθάρσεσι μόναις
12. ἰασάμην. ἰασάμην δὲ καὶ ῥοῦν γυναικεῖον, οὐκ ἀφανοῦς
13. τινος τῶν ἐν Ῥώμῃ γυναικῶν καθάρσεσι μόναις, ὥσπερ οὖν
14. καὶ ἄλλων πολλῶν ἀφανεστέρων αὐτό τε τοῦτο τὸ πάθημα
15. καὶ ἄλλα τινὰ τῶν κατὰ μήτραν συνισταμένων. ἐρυσιπελάτων
16. δὲ τί δεῖ καὶ λέγειν, ὡς οὐδέν ἐστι δραστικώτερον βοήθημα
17. χολαγωγοῦ φαρμάκου, καθάπερ ἐναντιώτατον αὐτοῖς
18. τὸ τοῦ φλέγματος ἀγωγόν. δι’ ὅλης ἡμέρας ἔχω καὶ ἄλλα
1. λέγειν ἔργα θαυμάσια καθάρσεσιν ἑπόμενα, περὶ ὧν ἀγνοεῖν
2. εἰκός ἐστι τοὺς μηδέποτε τὴν περὶ τὰ καθαίροντα φάρμακα
3. τέχνην μεμαθηκότας. ὅπου γὰρ οὐδ’ εἶναί τι νομίζουσιν
4. ὅλως καθαῖρον φάρμακον, ἦ πού γε ἐπί τινων χρηστέον ἢ καθ’
5. ὅντινα τρόπον ἐπιστήσονται; διὰ τοῦτο θεραπεύουσιν μὲν
6. ἄλλοι τὰ παθήματα ψιλῇ καὶ μόνῃ ποδηγούμενοι τῇ πείρᾳ.
7. σοφοὶ δὲ ἡμῖν οὗτοι καὶ τὸν λόγον, οὐκ ἐφ’ ᾧ τι προσθεῖναι
8. τοῖς διὰ τῆς ἐμπειρίας εὑρημένοις, ἀλλ’ ἀνατρέψαι καὶ ταύτην
9. μεταχειριζόμενοι, πολὺ χεῖρον ἰατρεύουσι τῶν ἐπὶ ψιλαῖς καὶ
10. μόναις ὁρμώντων ταῖς ἀλόγοις τριβαῖς. ἁπάντων δὲ τούτων
11. ἀρχὴ καὶ πηγὴ μία τὸ πρὸς Ἱπποκράτην μῖσος, ἐξ ἧς
12. πηγῆς ἐῤῥύη μὲν καὶ ἄλλα πολλὰ, καὶ τουτὶ δὲ αὐτὸ τὸ
13. ἐνεστὸς σκέμμα, τὸ περὶ τῆς ἑλκτικῆς δυνάμεως, ἧς μέρος ἢ
14. εἶδος ἢ ὡς ἄν τις ἐθέλοι καλεῖν ἡ τῶν καθαιρόντων φαρμάκων
15. δύναμις.
⟨
(De purg. med. fac.) [n° 075 Fichtner] [GalLat]
De purgantium medicamentorum facultate
Περὶ τῆς τῶν καθαιρόντων φαρμάκων δυνάμεως
Facultés des médicaments purgatifs
The Capacity of Cleansing Drugs (Purg. Med. Fac.)
, 1960.
De purgantium medicamentorum facultate, 1826, vol. 11, p. 323-342. urn:cts:greekLit:tlg0057.tlg072.verbatim-lat1
De purgantium medicamentorum facultate, 5, ed. Kühn, 1826, vol. 11, p. 339-342. urn:cts:greekLit:tlg0057.tlg072.1st1K-grc1:5
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩