ΓΑΛΗΝΟΥ ΤΩΙ ΕΠΙΛΗΠΤΩΙ ΠΑΙΔΙ
ΥΠΟΘΗΚΗ.
1. Ἐγὼ μὲν ὤμην, ὦ Καικιλιανὲ, μηδὲν δεήσεσθαί
2. σε τῶν ἡμετέρων ὑποθηκῶν εἰς τὴν τοῦ παιδὸς
3. νόσον. ὁ γὰρ τεθεαμένος αὐτὸν ἤδη καὶ μέλλων ἅμα σοι
4. πλευσεῖσθαι πάλιν ἐς Ἀθήνας, Διονύσιος, ἱκανός ἐστι καὶ
5. πρᾶξαι παρὼν τὰ δέοντα καὶ χωριζόμενος, αὖθις ὑποθήκας
6. διδόναι τῇ τοῦ νοσήματος ἕξει προσηκούσας. ἐγὼ δὲ μηδέπω
7. ποτὲ τεθεαμένος τὸν παῖδα τάχ’ ἂν πολὺ καὶ σφαλείην, οὔθ’
8. ὅπως ἐξ ἀρχῆς ἡ φύσις αὐτῷ πρὸ τοῦ νοσήματος οὔθ’ ὅπως
9. νῦν ὑπὸ τοῦ νοσήματος γινώσκων, ἀλλ’ ἢ μόνον αὐτὸ παρ’
1. ὑμῶν ἀκούων, ἐπιληπτικοὺς αὐτῷ γίνεσθαι παροξυσμούς.
2. ἐπεὶ δὲ ὀλιγωροῦντά με μᾶλλον ἢ ἀληθεύοντα νομίζεις ἀποδιδράσκειν
3. τὴν γραφὴν, ὃ μηδέποτε πρότερον ἔπραξα, τοῦτο
4. νῦν ὑπομένω πρᾶξαι σοὶ χαριζόμενος, ὑποθήκας τινὰς γράψαι
5. θεραπείας ἐπιλήπτου παιδός. ἐν αἷς ἀνάγκη τι καὶ
6. παρακοῦσαι τὸν ἰδιώτην καὶ σφαλῆναι περὶ τὸ μέτρον ἢ
7. τὸν καιρὸν τῆς χρήσεως. ἀποδέδεικται γὰρ ἡμῖν ἐν
8. ἑτέροις ὡς οὐκ ἐνδέχεται χωρὶς τοῦ μέθοδόν τινα ἐκμαθεῖν
9. θεραπευτικὴν ἰάσασθαί τι καλῶς οὐδὲ τῶν σμικροτάτων νοσημάτων,
10. μή τί γε τῶν οὕτω μεγάλων ἡλίκον καὶ τὸ τῆς ἐπιληψίας
11. ἐστί. καὶ ὅ γε Διονύσιος ἔφθανεν ἤδη κεκοινῶσθαί τε
12. ἐμοὶ καὶ συνδιεσκέφθαι περὶ τῆς ὅλης θεραπείας τοῦ παιδὸς,
13. πρὶν καί σε κελεῦσαι γράψαι τὰς ὑποθήκας τάσδε. ἀλλ’
14. ἐκείνῳ μὲν ῥᾳδίως τὴν ἐμαυτοῦ γνώμην ἐδήλωσα, συνιέναι τε
15. τῶν λεγομένων δυναμένῳ καὶ παρακοῦσαι μηδενὸς, ὡς ἱκανῶς
16. ἠσκημένῳ περὶ τὴν θεραπευτικὴν μέθοδον. σοὶ δὲ οὐδ’
17. ὅπως διέλθω τὸν λόγον οἶδα. τὸ μὲν γὰρ ἀκριβὲς ὲν αὐτῷ
18. διορισμῶν τε δεῖται πολλῶν καὶ ἀσαφέστερον ἢ κατὰ ἰδιώτην
1. ἐστὶ, τὸ δ’ αὖ σύντομόν τε καὶ σαφὲς οὐκ ἀκριβὲς ὑπάρχει.
2. ταῦτά τοι καὶ γράφειν ὤκνουν τὰς ὑποθήκας, καίτοι πάνυ
3. χαρίζεσθαί σοι προῃρημένος, ὅμοιόν τι πείσεσθαι προσδοκῶν,
4. οἷον ἂν ἔπαθε καὶ Φειδίας, εἰ μετὰ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα
5. πλάττειν ἠναγκάζετο δάκτυλον μὲν ἰδίᾳ, ἰδίᾳ δὲ αὖ βραχίονα
6. καὶ πόδα καὶ ῥῖνα καὶ οὖς, ἕκαστόν τε τῶν ἄλλων μορίων.
7. ἐμοὶ γὰρ οἷον ἄγαλμά τι γεγράφθαι νομίζω τὴν θεραπευτικὴν
8. μέθοδον, ἐν ὑπομνήμασι πλείοσιν οὐχ ὅπως ἰδιώτας
9. ὠφελεῖν δυναμένην, ἀλλ’ οὐδὲ τοὺς ἐπιτυχόντας τῶν ἰατρῶν.
10. ἐπεὶ δὲ σὺ βιάζεις με περὶ μορίου ἑνὸς τῆς τέχνης ποιήσασθαι
11. τὸν λόγον, ἄνευ τῆς ἄλλης ἁρμονίας, εἴκω τῇ βίᾳ καὶ
12. πείθομαι, καὶ γράφω σοὶ μὲν αὐτάρκεις ὑποθήκας, ἱκανὸν
13. γὰρ ἰδιώτῃ μὴ μέγα τι καὶ ἀνήκεστον ἐξαμαρτεῖν ἐν ταῖς τῶν
14. ἰατρῶν καὶ μάλιστα τῷ νομίμως μεμαθηκότι τοιούτοις ὁμιλεῖν
15. ὑπομνήμασιν. ἐκείνοις μὲν οὖν ἡ τῆς θεραπευτικῆς μεθόδου
16. πραγματεία γέγραπται, σοὶ δὲ καὶ τοῖς ἄλλοις ὅσοι τεχνῶν
1. μὲν τινῶν ἐστὲ λογικῶν ἐπιστήμονες, ἰδιῶται δὲ τῆς ἰατρικῆς,
2. γένοιτ’ ἂν ἴσως, οἶμαι, καὶ παρὰ τοῦδε τοῦ γράμματος ὠφέλεια.