5. Εἰσβάλλοντος τοῦ ἦρος, καὶ γάρ πως οὕτως
6. συμβαίνει κινεῖσθαι τὰ τῆς ἐπανόδου, καθῆραι φημὶ χρῆναι
7. τὸν παῖδα μετρίᾳ καθάρσει. ταύτης δ’ ἂν ἐπιστατήσειε
8. καὶ προσταίη παρὼν ὁ Διονύσιος, εἰδὼς ἀκριβῶς ὅπως τε
9. χρὴ παρασκευάσαι πρὸς τὴν κάθαρσιν τὸ σῶμα, καὶ ᾧτινι
10. χρήσασθαι φαρμάκῳ καὶ ἐν πόσῳ καὶ ὁποίῳ καιρῷ· καὶ
11. μὲν δὴ καὶ μεθ’ ἡμῶν ὑπὲρ τούτων ἤδη διέσκεπται. ὥστε
12. τὸ μὲν σῶμα παρὸν ἔχεις Ἀθήνησι τοῦ Διονυσίου, τὴν
13. ψυχήν τε καὶ τὴν γνώμην ἅμα ἐκείνῳ καὶ τὴν ἐμήν. μετὰ
14. δὲ τὴν κάθαρσιν, ὅταν ὅ τε Διονύσιος οἴχηται καὶ ὁ παῖς
15. ὑπολείπηται κατὰ τὰς Ἀθήνας, ὧδε χρὴ διαιτᾷν αὐτόν.
16. ἕωθεν μὲν ἐκ τῆς κοίτης ἀναστὰς, πρὶν τοῖς διδασκάλοις
17. φοιτᾷν, περιπατείτω μετρία μὴ σφόδρα συντόνῳ βαδίσματι.
18. τὸ δ’ ἀπὸ τοῦδε μέχρι τοῦ τῆς παλαίστρας καιροῦ τοῖς
1. μαθήμασι σχολαζέτω, καθότι σύνηθες, ἐπειδὰν δὲ πρῶτον
2. αὐτῶν ἀπαλλαγῇ, περιπατήσας αὖθις, οὕτως εἰς τὸν παιδοτρίβην
3. ἀπίτω. χρὴ δὲ τοῦτον, εἴπερ τινα καὶ ἄλλον τῶν
4. προνοησομένων τοῦ παιδὸς, ἱκανῶς εἶναι φρόνιμον. ἔστι
5. δὲ οὐ πάνυ τι ῥᾴδιον εὑρεθῆναι τοιοῦτον, ὡς ἂν ἐξ ἀνθρώπων
6. τῆς ἐκλογῆς γινομένης ἀπαιδεύτων τοὐπίπαν καὶ
7. οὕτως ὀνωδῶν τε καὶ παχέων τὴν ψυχὴν, ὥσπερ καὶ τὸ
8. σῶμα. μὴ τοίνυν ὡς μικρὸν τοῦτο παρέλθοι σε, μηδὲ
9. ἐπιτρέψεις τὸν παῖδα τῷ προστυχόντι, γινώσκων ὡς τὸ μὲν
10. κεφάλαιον τῆς θεραπείας ἐν δυοῖν τούτοιν ἐστὶ τῇ χρήσει
11. τοῦ δοθέντος σοι πρὸς ἐμοῦ φαρμάκου καὶ τοῖς γυμνασίοις.
12. τὰ δ’ ἄλλα πάντα παρασκευή τις ὑπάρχει πρὸς
13. ταῦτα. τὸν μὲν δὴ παιδοτρίβην συνεκλέξοιτό σοι Διονύσιος.
14. ἔστωσαν δ’ αὐτῷ σκοποὶ τῶν γυμνασίων, ἐν μὲν τῇ
15. ποσότητι τό τε πρὶν κάμνειν ἀναπαύειν τὸν παῖδα καὶ τὸ
16. θερμῆναι σύμπαν τὸ σῶμα καὶ κενῶσαι συμμέτρως. ἄμφω
17. δ’ εἰς ἕνα καιρὸν τὸν αὐτὸν συμβαίη· ἡνίκα γὰρ αὐτάρκως
18. ἐκκενοῦται τὸ περιττὸν, ἐκτεθέρμανται δὲ ἱκανῶς ἤδη τὸ
1. σῶμα, τηνικαῦτα καταπαύων τις τὰ γυμνάσια πρὶν ἄρχεσθαι
2. πονεῖν ἀναπαύσεται, τὸ δ’ ἐπέκεινα τοῦδε τοῦ καιροῦ
3. γυμνάσιον ἅπτεται μὲν ἤδη τῶν στερεῶν σωμάτων καὶ
4. συντήκει τὴν ἕξιν, ἀθροίζει δ’ ἔν τε τοῖς ἄρθροις μάλιστα
5. καὶ τοῖς μυσὶ τὰ συντήγματα. κἀντεῦθεν ὅ τε κάματος ἕπεται
6. τῆς δυνάμεως, εἶθ’ ἑλκώδης αἴσθησις, ἐπειδὰν κινῆσαί
7. τι μόριον ἐπιχειρήσωσι, καὶ τοῦτ’ ἐστὶν ὁ κόπος. οὐ μόνον
8. τοίνυν φρόνιμον, ἀλλὰ καὶ τρίβωνα μετρίου γυμνασίου
9. εἶναι χρὴ τὸν παιδοτρίβην, ὡς μήτε θᾶττον τοῦ δέοντος
10. καταπαύοι, δεδιὼς τὸν ἀκολουθήσοντα κάματον, μήτε θερμῆναι
11. καὶ κενῶσαι τελέως ἅπαν τὸ περιττὸν ὀριγνώμενος
12. τῷ κόπῳ περιβάλλοι τὸν παῖδα. τοῦ μὲν δὴ μετρίου τῶν
13. γυμνασίων οὗτοι σκοποί· τῆς ποιότητος δὲ ῥῶσαι
14. σύμπαντα τὰ μόρια, καὶ μάλιστα κεφαλὴν καὶ γαστέρα, καὶ
15. ταύτης ἐξαιρέτως τὰ κατὰ τὸ στόμα τῆς γαστρός. ὅπως δ’
16. ἄν τις καὶ τούτου τυγχάνοι καὶ δὴ φράσω. πρῶτον μὲν
17. ἐπειδὴ τὰ σφοδρὰ γυμνάσια πληροῖ τὴν κεφαλὴν, ἀπέχεσθαι
18. τῶν τοιούτων κελεύω. δεύτερον, εἰ καὶ δεήσειέ ποτε
1. χρήσασθαι, τῆς κεφαλῆς ὀρθίας ἀνεστηκυίας κινείσθω τὰ
2. κάτω, καὶ τούτων μάλιστα τὰ σκέλη, καὶ τρίτον ἐπὶ τούτοις
3. ἀπὸ σμικρῶν καὶ βραδέων κινήσεων ἀρξάμενος ὁ παιδοτρίβης
4. ἐπὶ τὸ σφοδρότερόν τε καὶ θᾶττον οὕτως ἀναγέτω.
5. τὸ δ’ ἀθρόως ἐπὶ τὸ σύντονον ἔρχεσθαι γυμνάσιον οὐ
6. τοῖς ἀσθενέσι μόνον, ἀλλὰ καὶ τοῖς ἰσχυροῖς σώμασιν ἐσχάτως
7. βλαβερόν. ἡγεῖσθαι δὲ χρὴ καὶ τὴν τρίψιν εἶναι γυμνάσιον
8. καὶ μάλιστα τοῖς ἀσθενεστέροις σώμασι, καὶ πολλάκις
9. γε καὶ μόνη καλῶς γιγνομένη, τῶν γε ἄλλων κινήσεων
10. οὐδὲν ἔτι προσδεῖται. χρὴ δὲ τὰ μὲν πρῶτα διὰ σινδόνων
11. ἀτρέμα ἄνωθεν κάτω τῶν χειρῶν φερομένων ἐρυθραίνειν
12. τὸ σῶμα, τὴν ἀρχὴν ἀπὸ βραχιόνων τε καὶ χειρῶν ποιουμένοις,
13. εἶθ’ οὕτως ἐπὶ τὰ στέρνα τε καὶ γαστέρα προϊόντας,
14. ἑξῆς δὲ καὶ τὰ σκέλη τρίβειν ἱκανώτερον, ὡς ἐκ τῶν
15. ἄνω τι μεταῤῥέοι τῇδε, κᾄπειθ’ οὕτως ἅπτεσθαι τῆς κεφαλῆς.
16. τὸ δ’ εὐθὺς ἐξ ἀρχῆς ἐπὶ ταύτην ἰέναι σφαλερὸν, ἔτι
17. γὰρ μεστοῦ τοῦ σώματος ὄντος ἐπὶ τὸ πρῶτον θερμανθὲν
18. ἕλκεται τὰ περιττώματα. χρὴ τοίνυν τῶν ἄλλων ὑστάτην
1. μορίων τρίβεσθαι τὴν κεφαλὴν, ὡς εἴρηται νῦν, χωρὶς τοῦ
2. λίπους. ἐπειδὰν δὲ καὶ τὸ ἔλαιον προσαγάγῃς, οὐδὲν κωλύει
3. σὺν καὶ τοῖς ἄλλοις, ὥστε τὸν μέν τινα τὴν κεφαλὴν,
4. ἑτέρους δὲ δύο τὰ περὶ τὰ στέρνα τε καὶ τὴν γαστέρα καὶ
5. τοὺς ἄλλους δύο τὰ σκέλη τρίβειν. οὕτως δὲ καὶ μετὰ τὰ
6. γυμνάσια, καὶ μᾶλλόν γε τηνικαῦτα τρίβειν ἅμα σύμπαντα
7. τὰ μέλη. θᾶττόν τε γὰρ οὕτως ἀναπαύεται τὸ σῶμα
8. καὶ ἧττον περιψύχεται. χρὴ δὲ, εἴπερ τινος ἄλλου, καὶ τούτου
9. φροντίζειν. ἀλουτεῖν δὲ προσήκει τὰ πολλὰ καὶ ταῖς
10. παλαίστραις μὴ εὐθὺς ἐξιέναι μετὰ τὸ γυμνάσιον, ἀλλ’
11. ἐπειδὰν ἀκριβῶς καταστῇ τὸ πνεῦμα καὶ παύσηται τελέως
12. ἡ ἐκ τοῦ γυμνασίου ταραχὴ, τηνικαῦτα δή που καὶ τὴν
13. κεφαλὴν ἐπιπλεῖστον τρίβειν σινδόνι, πολλάκις δὲ καὶ κτενὶ
14. προχρῆσθαι.
⟨
(Puero epil. consil.) [n° 077 Fichtner] [GalLat]
Puero epileptico consilium
Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη
Conseil pour un enfant épileptique
Advice to an Epileptic Boy (Puer. Epil.)
, 1959.
Pro puero epileptico consilium, 1826, vol. 11, p. 357-378. urn:cts:greekLit:tlg0057.tlg074.verbatim-lat1
Botto Micca, 1930 (ita); Temkin, 1934 (eng); , 2010 (grc-deu).
Pro puero epileptico consilium, 3, ed. Kühn, 1826, vol. 11, p. 361-365. urn:cts:greekLit:tlg0057.tlg074.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩