15. Μετὰ δὲ ταῦτα πρὸς τὸ ἄριστον ἰέναι,
16. καί τι πρό γε αὐτοῦ τῶν λαπαττόντων τὴν γαστέρα λαχάνων,
17. ἢ καὶ ταρίχους, ἢ πτισάνης, ἢ ἐλαίων ἅμα τῷ τρίτῳ
18. μέρει τοῦ ἄρτου προσενεγκάμενον, εἰς τὸ δεῖπνον ἀποθέσθαι
1. τὰ λοιπὰ δύο μέρει μετὰ τῶν ἰσχυροτέρων ὄψων. εἰρήσεται δὲ
2. τὰ ἰσχυρότερα μικρὸν ὕστερον, ἐπειδὰν πρότερον ἅπαντα
3. διέλθω τὰ χωρὶς βλάβης λαμβανόμενα. λαχάνων οὔτε θριδακίνης
4. οὔτε μαλάχης οὔτε ἀτραφάξυος οὔτε βλίτου τὸ σύμπαν
5. εἴργεσθαι κελεύω, λαμβάνειν δ’ οὐκ ἀεὶ μὲν ταὐτὸ,
6. ἄλλοτε δὲ ἀπ’ ἄλλου τὸ μέτριον. ἐκ ταὐτοῦ δὲ γένους ἐστὶ
7. καὶ τὸ τεῦτλον καὶ κράμβη. χρὴ γὰρ καὶ τούτων ἀπογεύσασθαι
8. τὰ σύμμετρα. πράσου δὲ καὶ σελίνου καὶ σμυρνίου
9. προσάψασθαί ποτὲ συνοίσει καὶ τῶν ὀπωρῶν ὅσαι μὴ παντάπασιν
10. ὠμαὶ καὶ δύσπεπτοι τὴν φύσιν εἰσίν. ἴσχουσί τε γὰρ
11. τινα περιττώματα σφῶν αὐτῶν καὶ τῶν ἄλλων σιτίων. τά τε
12. οὖν μόρα καὶ τὰ πραικόκκια καλούμενα καὶ τὰ σῦκα καὶ εἴ
13. τινα τούτοις ἔοικεν, ἀλύπως διέξεισι, καὶ ἡ καλουμένη κολοκύνθη
14. τῶν μαλακωτάτων λαχάνων οὐδενὸς ἀποδεῖ καὶ οἱ
15. πέπονες οἱ σίκυοι. μοχθηροὶ γὰρ ὅσοι μὴ τοιοῦτοι. καὶ βοτρύων
16. πεπείρων ἅψασθαί ποτε συγχωρῆσαι τῷ παιδὶ, μήλων
17. δὲ καὶ ἀπίων ἐλάχιστά τε καὶ σπανιάκις προσφέρεσθαι, καὶ
1. ταῦτα μὴ μόνον ἐπὶ τοῦ δένδρου κατειργασμένα καλῶς, ἀλλὰ
2. καὶ μετὰ τὴν ἀφαίρεσιν ἐπὶ τῆς οἰκίας. εὖ γὰρ εἰδέναι χρὴ
3. περὶ τῶν εἰς ἀπόθεσιν ἐπιτηδείων ἀκροδρύων ὡς οὐδὲν ὅμοιον
4. ἔχει τοῖς παλαιοῖς τὰ πρόσφατα, δύναται δὲ ἀποτίθεσθαι
5. μῆλά τε καὶ ἄπια καὶ τὰ πλεῖστα τῶν ἀκροδρύων καὶ τὰ
6. δαμασκηνὰ προσαγορευόμενα καὶ αἱ ἰσχάδες. τούτου τοῦ
7. γένους εἰσὶ καὶ βάλανοι τῶν φοινίκων, ὧν οὐδ’ εἴργω
8. τελέως, ἀλλ’ ἐν καιρῷ τε καὶ μέτρια προσφέρεσθαι συγχωρῶ.
9. τὸ δὲ καθ’ ἑκάστην ἡμέραν ἤ πολλὰ φυλάττεσθαι συμβουλεύω,
10. καθόλου δ’ εἰπεῖν ὅσα κακόχυμα τῶν ἐδεσμάτων εἰσὶν,
11. ἢ ἐπέχοντα τὴν κοιλίαν, ἢ φυσώδη καὶ δύσπεπτα συνεχῶς, ἢ
12. πλείω τοῦ καιροῦ προσφερόμενα, βλάπτειν εἴωθεν οὐ τοῦτο
13. τὸ νόσημα μόνον, ἀλλὰ καὶ τἄλλα σύμπαντα. καὶ μέχρι γε
14. τοῦδ’ ἥκων ὁ περὶ τῆς διαίτης λόγος ἑτέροις ἂν κοινὸς εἴη
15. πολλοῖς ἀῤῥωστήμασιν. ὁ δὲ τοῦ πάθους ἴδιος καὶ ἐξαίρετος
16. ἐν τῷ φυλάττεσθαι μάλιστα τὰ φλεγματικὰ τῶν ἐδεσμάτων.
1. ὅθεν οὐδὲ τοῖς ἄλλοις μὲν ἀλύποις, γλίσχρον δέ τινα χυμὸν,
2. ἢ ψυχρὸν ἢ παχὺν ἔχουσιν, ἐγχρονίζειν προσήκει. τοιαῦτα δέ
3. ἐστιν ἀτράφαξύς τε καὶ βλίτον καὶ μαλάχη, ὧν οὐκ εἴργομεν
4. ἅπτεσθαι, διὰ παντὸς δ’ ἐν αὐτοῖς καταγίνεσθαι κωλύω.
5. τούτου δὲ τοῦ γένους εἰσὶ καὶ αἱ κολόκυνθαι, καὶ
6. πολὺ δὲ μᾶλλον αὐτῶν οἵ τε σικυοὶ καὶ τὰ μῆλα καὶ ἄπια
7. καὶ πάντων ὅσα φλεγματικὸν καὶ παχὺν ἢ γλίσχρον ἔχει
8. χυμὸν, ἢ ἔδεσμα χείριστον, οἵ τε μύκητες ὀνομαζόμενοι. τούτου
9. μέν γε τελέως ἀπέχεσθαι συμβουλεύω, καθάπερ καὶ
10. τῶν γογγυλίδων, ὅσα τε ἄλλα τὴν ῥίζαν ἐδώδιμον ἔχει.
11. παχύχυμά τε γάρ ἐστι καὶ δυσκατέργαστα τοὐπίπαν, ὅσα
12. τ’ ἄλλα τοιαῦτα, πλὴν εἴ τινα τούτων ἔχει τι δριμὺ καὶ
13. θερμὸν ἐν ἑαυτοῖς, οἷον οἵ τε δαῦκοι καὶ αἱ ῥαφανῖδες.
14. ἀλλὰ ῥαφανίδων μὲν ἐκ περιόδου τινος ἡμερῶν οὐ κωλύω
15. γενέσθαι. δαύκων δὲ καὶ ἀπέχεσθαι πειρᾶται, καὶ τούτων
16. ἔτι μᾶλλον γογγυλίδων. πλεονάζειν δὲ ἐν τῇ χρήσει τῶν
17. ἐδεσμάτων ὅσα δριμύ τι καὶ τμητικὸν ἔχει χωρὶς ἐπισήμου
1. κακοχυμίας, ἤ τινος ὀδμῆς ἅψασθαι τῆς κεφαλῆς δυναμένης.
2. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ καὶ ὅσα διὰ θερμότητα
3. τὴν κεφαλὴν συμπληροῖ, καθάπερ οἶνός τε καὶ νᾶπυ καὶ
4. πετροσέλινον καὶ δαῦκος καὶ κρόμμυον καὶ σμύρνιον. ταῦτα
5. μὲν καὶ πέρα τοῦ δέοντος ἐστὶ καυσώδη τε κακόχυμα.
6. τὸ δὲ νᾶπυ καίτοι γ’ ἐπιτηδειότατον ὑπάρχον ὅσον ἐπὶ
7. τὸ τέμνειν τοὺς χυμοὺς, ὡς ἁπτόμενον τῆς κεφαλῆς παραιτητέον.
8. ὀξυμέλιτι δὲ χρηστέον θαῤῥοῦντα, κᾂν εἰ καθ’
9. ἑκάστην ἡμέραν βούλοιο. δύναται δὲ ἥ τε κάππαρις δι’ αὐτοῦ
10. λαμβάνεσθαι καί τινα ταρίχη τῶν μικρῶν, ἐλαίου
11. δηλονότι παραχεομένου βραχέος, εἰς ὅσον ἡδῦναι προσήκει
12. τὸ ὄψον. ἀλλὰ τοῦτο μὲν ὥσπερ τι φάρμακόν ἐστιν αὐτῆς
13. τῆς διαθέσεως. καὶ μᾶλλον εἰ καὶ τὸ ὄξος ἐσκευασμένον
14. εἴη διὰ τῶν σκιλλῶν, ὃ δὴ καλοῦσι συνήθως ἅπαντες ἤδη
15. σκιλλητικὸν, ὅπερ ἐγὼ μὲν, εἴπερ τι καὶ ἄλλο, καὶ τούτων·
16. θάτερον ἐφ’ ἑκάστῃ κελεύω λαμβάνειν ἡμέρᾳ, λέγω δὲ τὴν
17. κάππαριν ἢ τὸ τάριχος ὀξυμέλιτος ἔχον. εἰ δὲ καὶ πίνειν
18. ἐθελήσειεν ὁ παῖς ὀξύμελι, ἔστω μὲν ἐσκευασμένον ἕτοιμον,
1. οὐκ αὐτοσχέδιον ἐπὶ τοῦ καιροῦ συντιθέμενον ἐξ ὠμῶν
2. ἀμφοτέρων. ὡς δὲ χρὴ σκευάζειν αὐτὸ, γεγράψεται μετ’
3. ὀλίγον. ὕδατι δὲ κεραννύσθω πλείονι· καὶ γὰρ καὶ ἥδιον
4. οὕτω γένοιτ’ ἄν· καὶ χειμῶνος μὲν θερμὸν λαμβανέσθω,
5. θέρους δὲ οὐδὲν ἂν κωλύσειε καὶ ψυχρῷ χρῆσθαι πολλάκις,
6. εἰ θάλπος γε ὑπερβάλλον εἴη καὶ δίψος σφοδρὸν καὶ
7. ὁ λαμβάνων μὴ παντάπασιν ἀήθης πόσεως ψυχροῦ. τά τε
8. γὰρ ἄλλα καὶ ἀδιψότατόν ἐστιν ὀξύμελι τὸ μὴ λίαν γλυκὺ
9. καὶ μᾶλλον εἰ ὕδατι ψυχρῷ κεραννύοιτο. καί μοι πολλάκις
10. ἤρκεσεν ἐπίληπτον παῖδα τελέως ἐξιᾶσθαι μετὰ τὴν πρώτην
11. κάθαρσιν, οὐδὲν τῆς ἀρχαίας διαίτης μεταποιήσαντι, πλὴν
12. τὰ περὶ τὴν δόσιν τοῦ ὀξυμέλιτος καὶ τὴν χρῆσιν τοῦ
13. φαρμάκου. ἀλλ’ ἐπεὶ μήτε γινώσκω τὴν φύσιν τοῦ παιδός
14. σου, μήτ’ εἰς ὅσον ἰσχύος ἥκει τὸ πάθος οἶδα, μήτ’
15. αὐτὸς ἐφεστάναι μέλλω παρὼν, οὐκ ἔχω μαντεύσασθαι τίνων
16. ἐλαχίστων τὸν ἀριθμὸν δεῖται βοηθημάτων, ἀλλ’ ἄμεινον
17. εἶναί μοι δοκεῖ περὶ πάντων ὑποτίθεσθαι. μετὰ τοίνυν τὰ
18. γυμνάσια κατὰ τὸ ἄριστον ὀξυμέλιτί τε χρηστέον, ὡς εἴρηται,
1. καὶ λαχάνοις τισὶν ἐλαίαις τε καὶ καρύοις καὶ σύκοις καὶ
2. ἰσχάσιν, οὐχ ἅμα πᾶσιν ἐφ’ ἑκάστης ἡμέρας. ἓν γάρ που καὶ
3. ἁπλοῦν ἔστω τὸ λαμβανόμενον, ἀλλ’ ὑπὲρ τοῦ ποικίλλεσθαι
4. τὴν δίαιταν ὑπὲρ ἁπάντων δίειμι. κατὰ δὲ τὸν καιρὸν
5. τοῦτον, ὡς ἐλέγετο, καὶ τῶν ἄλλων ἀκροδρύων ἁπτέον ἐπιθυμοῦντος
6. τοῦ παιδὸς, ἐπεὶ ἄλλως γε κάλλιον ἀπέχεσθαι μὴ ὅτι
7. νοσήματος ἰάσεως ἕνεκεν, ἀλλὰ καὶ πρὸς τὴν ὅλην ὑγείαν, ὡς
8. καὶ ἡμᾶς ὁρᾷς ἀπεχομένους ἁπάντων σχεδὸν τῶν ὡραίων
9. ἐδεσμάτων. ἀλλὰ γὰρ οὐ φιλοσόφοις γράφομεν ὑποθήκας
10. διαίτης ὑγιεινῆς, ὡς ἔμοιγε τοῦτ’ ἂν ἦν εὐκταιότατον, οὐκ
11. εἰς τὴν τοῦ πάθους ἴασιν μόνον, ἀλλὰ καὶ πρὸς τὸν σύμπαντα
12. τοῦ παιδός σου βίον. ἐπιτρεπτέον οὖν αὐτῷ προσφέρεσθαι
13. φανερῶς τε καὶ κατὰ καιρὸν, ὅσα μὴ μεγάλας ἔχει
14. τὰς βλάβας, ἵνα μὴ λαθραίως τε καὶ ἀκαίρως ἀπολαβὼν
15. αὐτῶν βλάπτηται μειζόνως. καὶ γὰρ ἀθρόως καὶ πλειόνως
16. ἐμπίπλανται τῶν ἐπιθυμουμένων οἱ φανερῶς ἐξειργόμενοι
17. μὴ χρῆσθαι. ταῦτά τοι καὶ συγχωρῶ τοῖς παισὶν ἐγὼ πολλὰ
18. τῶν οὐκ ἐπιτηδείων ἐδεσμάτων, ὅσα γε μὴ μεγάλως βλάπτει
1. φανερῶς τε καὶ κατὰ καιρὸν καὶ σὺν τῷ προσήκοντι μέτρῳ
2. προσφέρεσθαι μᾶλλον ἢ ὥστε διὰ τὴν σφοδρὰν ἐπιθυμίαν
3. ἀκαίρως ἀναγκασθῆναι πλείω τε ἅμα καὶ λάβρως
4. προσενέγκασθαι. τὰ μὲν δὴ κατὰ τὴν τροφὴν οὕτω
5. διατετάχθω.
⟨
(Puero epil. consil.) [n° 077 Fichtner] [GalLat]
Puero epileptico consilium
Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη
Conseil pour un enfant épileptique
Advice to an Epileptic Boy (Puer. Epil.)
, 1959.
Pro puero epileptico consilium, 1826, vol. 11, p. 357-378. urn:cts:greekLit:tlg0057.tlg074.verbatim-lat1
Botto Micca, 1930 (ita); Temkin, 1934 (eng); , 2010 (grc-deu).
Pro puero epileptico consilium, 4, ed. Kühn, 1826, vol. 11, p. 365-372. urn:cts:greekLit:tlg0057.tlg074.1st1K-grc1:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩