6. Μετὰ δὲ ταῦτα διαλιπόντα χρόνον
7. ὀλίγον ἀτρέμα περιπατῆσαι κελεύω πρὶν ἐπὶ τὰ μαθήματα
8. παραγίνεσθαι. καὶ μὲν δὴ καὶ ἀπαλλαγέντα τῶν μαθημάτων,
9. αὖθις ἀξιῶ περιπατῆσαι πρὸ τοῦ δείπνου, κἄπειθ’ οὕτως
10. τοῦ μὲν ἄρτου τὰς ὑπολοίπους δύο μοίρας προσφέρεσθαι,
11. τῶν δ’ ἄλλων ἕκαστον ὡς εἴρηται, κρέας μὲν ἁπάντων
12. σχεδὸν τῶν πτηνῶν, πλὴν ὅσα λιμναῖαι. τῶν τετραπόδων
13. δὲ μάλιστα μὲν ἁπάντων ἀπέχεσθαι· εἰ δ’ ἄρα ποτὲ καὶ δεήσει
14. χρήσασθαι, τοῦ μὲν ἡμέρου συὸς τοῖς ἀκρέοις τε καὶ τῇ
15. γαστρὶ, τοῦ δὲ ἀγρίου καὶ ταῖς σαρξὶ χρῆσθαι, γεύεσθαι δὲ
16. καὶ τῶν ἐρίφων, ἔστι δ’ ὅτε καὶ τῶν λαγωῶν, ἁπάντων
17. ἠρτυμένων ἁπλῶς ἢ ὠπτημένων ἄνευ κνίσης. τὸ δ’ ἁπλῶς
1. ἐστὶ δι’ ὕδατος ἄνηθον ἔχοντος ἥδυσμα καὶ πράσον, ἔλαιόν
2. τε καὶ ἅλας. ὡς δ’ ἄνευ κνίσης ὀπτηθείη κρέας καλῶς,
3. τὸν παρ’ ἡμῖν ἐθεάσω κλίβανον. ὅσα δὲ θαλάττια, τὰ μὲν
4. ὄστρεια σύμπαντα μοχθηρὰ, τῶν δ’ ἰχθύων οἱ πετραῖοι
5. μὲν ἄριστοι πάντων, ἅπτεσθαι δὲ δεήσει καὶ τῶν πελαγίων.
6. ἡ νάρκη δὲ μόνη σχεδόν τι τῶν μαλακίων ἐπιτήδειος.
7. ὀσπρίων δὲ πτισάνη μὲν πρώτη, φακῆ δὲ καὶ χόνδρος καὶ
8. πίσον ἐφεξῆς τῇδε, τὰ δ’ ἄλλα μοχθηρά. καθόλου δ’
9. εἰπεῖν ὅσα γλίσχρα καὶ παχύχυμα καὶ φυσώδη καὶ περιττωματικὰ
10. καὶ δύσπεπτα, καθότι καὶ πρόσθεν ἐλέγετο φυλάττεσθαι
11. πάντα. τὰ μὲν ὄστρεα καὶ τὰ σελάχη καὶ οἱ
12. βολβοὶ καὶ κοχλίαι καὶ τυροὶ καὶ μύκητες καὶ τὰ βόεια
13. κρέα καὶ τῶν ὠῶν τὰ κατεψηθέντα δύσπεπτα μέν ἐστι, ἀλλὰ
14. καὶ παχεῖς ἐργάζεται τῶν ἐσθιόντων ταῦτα τοὺς χυμούς.
15. ὁ χόνδρος δὲ καὶ τὰ χοίρεια κρέα χρηστοῦ μὲν αἵματός
16. ἐστι γεννητικὰ, ἀλλὰ γλίσχρου. τὰ δὲ λιμναῖα πάντα περιττωματικὰ,
17. φυσώδη τε τὰ ὄσπρια, καὶ μάλιστα κύαμοί τε
1. καὶ ἐρέβινθοι, καὶ ἡ πτισάνη δὲ μὴ ἀκριβῶς καθεψηθεῖσα
2. φυσώδης ἐστὶν, ὥστε καὶ ταύτην ἑψεῖν ἢ μὴ χρῆσθαι. καὶ
3. ἡ φακῆ δὲ καλῶς ἑψηθεῖσα πᾶν ἀποτίθεται τὸ φυσῶδες.
4. ἀλλ’ οὐ χρὴ πλεονάζειν ἐν αὐτῇ, παχὺν ὑποτρεφούση χυμόν.
5. εἰς μὲν δὴ τὴν ἐφήμερον δίαιταν ἱκανὰ καὶ ταῦτ’
6. ἐστὶ παραγγέλματα.
⟨
(Puero epil. consil.) [n° 077 Fichtner] [GalLat]
Puero epileptico consilium
Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη
Conseil pour un enfant épileptique
Advice to an Epileptic Boy (Puer. Epil.)
, 1959.
Pro puero epileptico consilium, 1826, vol. 11, p. 357-378. urn:cts:greekLit:tlg0057.tlg074.verbatim-lat1
Botto Micca, 1930 (ita); Temkin, 1934 (eng); , 2010 (grc-deu).
Pro puero epileptico consilium, 5, ed. Kühn, 1826, vol. 11, p. 372-374. urn:cts:greekLit:tlg0057.tlg074.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩