Galenus. Puero epileptico consilium (Puero epil. consil.) [n° 077 Fichtner] [GalLat]

Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη
Conseil pour un enfant épileptique
Advice to an Epileptic Boy (Puer. Epil.)
, 1959.
Pro puero epileptico consilium, 1826, vol. 11, p. 357-378. urn:cts:greekLit:tlg0057.tlg074.verbatim-lat1
Botto Micca, 1930 (ita); Temkin, 1934 (eng); , 2010 (grc-deu).

Pro puero epileptico consilium, 6, ed. Kühn, 1826, vol. 11, p. 374-378. urn:cts:greekLit:tlg0057.tlg074.1st1K-grc1:6

 

7. Τῷ δὲ διὰ τῆς σκίλλης φαρμάκῳ τῷ
8. πρὸς ἡμῶν σοι δεδομένῳ μετὰ τὴν κάθαρσιν, ἣν εἰσβάλλοντος
9. τοῦ ἦρος ἠξίωσα γενέσθαι, χρήσεται καθ’ ἑκάστην
10. ἡμέραν ὁ υἱός σου, πρὶν εἰς τὴν παλαίστραν ἀπιέναι, καὶ
11. εἰ μὴ μεγάλη τις εἴη πάνυ καὶ σκιῤῥώδης ἡ νόσος
12. ἐν τεσσαράκοντα ταῖς πάσαις ἡμέραις ἐλπίζειν ἐπὶ τῷδε
13. τῷ φαρμάκῳ τελέως αὐτὴν καταστήσασθαι, ὡς ἔγωγε
14. μυρίους ἤδη παῖδας ἰασάμην οὕτως, μηδὲν δεηθεὶς ἑλλεβόρου.
15. χρὴ δὲ μετὰ τὴν κάθαρσιν πρὸ τοῦ χρῆσθαι τῷ φαρμάκῳ
16. πιεῖν ἀψίνθιον καὶ ἅπαξ που καὶ δίς. ὀξύμελι δὲ
17. τὸ μὲν ὀξύτατον τέταρτον ἔχει μέρος τοῦ ὄξους ὡς πρὸς
18. τὸ μέλι. παραλαμβάνει δὲ τὸ γλυκύτατον ὄγδοον. τὰ δ’ ἄλλα
1. τὰ μεταξὺ μέτρα καθ’ ὅσον ἂν ἑκατέρῳ τῶν ἄκρων προσκεχώρηκε,
2. κατὰ τοσοῦτον ὀξύτητος ἢ γλυκύτητος μετέχει.
3. χρὴ δὲ καὶ ἑψεῖσθαι πάντως αὐτό· καὶ γὰρ ἑνωθείη οὕτως
4. ἂν ἀκριβῶς ἄμφω τὰ μιχθέντα, καὶ τὸ σφοδρὸν τῆς τοῦ
5. ὄξους δυνάμεως καθαιρεθείη καὶ τὸ φυσῶδες ἐν τῷ μέλιτι
6. κολασθείη. καὶ γὰρ δὴ καὶ τὸν ἀφρὸν αὐτοῦ πάντως ὁ
7. ἕψων ἀφαιρήσει. κατὰ δὲ τὴν Ἑλλάδα καὶ τὰς πλείστας
8. τῶν νήσων οἶδα καὶ τὸ ἐκ τῶν κηρίων σκευαζομένων ὀξύμελι.
9. καί σοι καὶ τούτῳ χρῆσθαι πάρεστιν ἀδεῶς καὶ μάλιστα
10. θέρους, Ἀθήνῃσί γε διατρίβοντος τοῦ παιδός.
11. ὁπηνίκα δὲ χρὴ γλυκύτερον ἢ ὀξύτερον αὐτὸ διδόναι καὶ
12. ὑδαρέστερον καὶ ἀκρατέστερον, οὐκ ἐμὸν ἔτι τοῦτο διελεῖν,
13. ὥσπερ οὐδὲ ἄλλα πολλὰ τῶν κατὰ μέρος, ἀλλὰ τοῦ παρόντος
14. τε καὶ θεωμένου τὸ θεραπευόμενον σῶμα καὶ δυναμένου
15. τεκμήρασθαι περὶ τῆς τῶν χυμῶν διαθέσεως. ἐπὶ μὲν
16. γὰρ τοῖς παχέσι καὶ γλίσχροις ὀξυτέρῳ τε καὶ ἀκρατεστέρῳ
17. χρηστέον, ἐπὶ δὲ τοῖς μὴ τοιούτοις ὑδαρεστέρῳ καὶ γλυκυτέρῳ.
18. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τἄλλα σύμπαντα τὰ
1. εἰρημένα ταῖς ἐφημέροις τοῦ σώματος καταστάσεσι, συμμεταβάλλεσθαί
2. τε καὶ ποικίλλεσθαι προσήκει, καθάπερ καὶ τοῖς
3. ἄλλοις ἅπασι νοσήμασιν. ὅθεν οὐδ’ εἰ μυρίας τις ὑποθήκας
4. γράφοι μή πω κατὰ τὴν θεραπευτικὴν μέθοδον ἠσκημένῳ,
5. κἀκεῖθεν τετεχνημένῳ τὴν ψυχὴν, ἱκανὸν ἂν ἐργάσαιτο θεραπευτικὴν
6. τὸν τοιοῦτον οὐχ ὅπως οὐ μεγίστων νοσημάτων,
7. ἀλλ’ οὐδὲ τῶν σμικροτάτων οὐδενός. ἔδειξα δ’ ἐναργῶς αὐτὸ
8. πολλάκις ἐγὼ καὶ ἕλκη χρόνια καὶ ὀφθαλμῶν διαθέσεις, διὰ
9. τῶν αὐτῶν ἰασάμενος φαρμάκων, οἷς οἱ πρόσθεν ἰατροὶ χρώμενοι
10. μηδὲν ἤνυον. ὁ γάρ τοι καιρὸς τῆς χρήσεως ἑκάστου,
11. καθάπερ Ἱπποκράτης ἔλεγε, μέγα τὸ ποσὸν εἰς δύναμιν
12. εὐστόχως συναρμοσθὲν, τὰ λοιπὰ τῆς ὠφελείης ἐστί. τὰ δὲ
13. φάρμακα μᾶλλον βοηθημάτων ὗλαί εἰσιν ἢ βοηθήματα, καθάπερ
14. καὶ τοῦτο τοῖς ἀρίστοις ἰατροῖς ἅπασιν ὡμολόγηται. καί μοι
15. τετελεύτηκεν ὁ λόγος εἰς ταὐτὸν ὅθεν περ καὶ ἤρξατο, μηδὲ
16. τοὐλάχιστον ἐπιδείξασθαι δύνασθαι καλῶς τὸν ἰδιώτην μεταχειρίζεσθαι,
17. ἀλλὰ χρῄζειν ἐπιστατοῦντος τοῦ τεχνίτου. ἐπειδὴ δὲ
1. οἱ πολλοὶ φαύλως τὸν χυλὸν τῆς σκίλλης ἐκλαμβάνουσιν, ἀξιώσαντί
2. σοι μαθεῖν ὅπως ἐγὼ τοῦτο πράττω, προσθήσω τῷ
3. λόγῳ τὴν σκευασίαν αὐτοῦ. τῶν μελιτηρῶν ἀγγείων, οὕτως δὲ
4. ὀνομάζουσιν οἱ Ἕλληνες ἐξ ὧν ἐκενώθη μέλι, παρασκευάσας
5. ἐμβάλλω σκίλλαν, εἰς λεπτὰ διατρίψας ταῖς χερσὶν, εἶτα πωμάσας
6. στεγανῷ πώματι καὶ περιθεὶς ἔξωθεν ὅλῳ τῷ σώματι
7. τοῦ ἀγγείου δέρμα καὶ δήσας ἀκριβῶς, ἐν χωρίῳ κατατίθημι
8. πρὸς μεσημβρίαν μὲν ἐστραμμένῳ, σκεπτομένῳ δὲ ὑπὸ τῶν
9. βορείων πνευμάτων, ὡς μηδὲ ὅλως ὑπ’ αὐτῶν καταπνεῖσθαι.
10. ποιῶ δὲ τοῦτο κατ’ ἐκείνην τοῦ ἔτους τὴν ὥραν, ἐν ᾗ τὴν
11. τοῦ κυνὸς ἐπιτολὴν ἅπαντες Ἕλληνες πεπιστεύκασιν. αὗται
12. δέ εἰσιν ἡμέραι τεσσαράκοντα, πρὸ μὲν αὐτῆς τῆς ἐπιτολῆς
13. εἴκοσι, ἴσαι δὲ αὐταῖς τὸν ἀριθμὸν αἱ μετ’ αὐτὴν, ἀτρέμα
14. δέ πως ἔν τισι αὐτῶν ὑπαλλάττων τὴν θέσιν τοῦ κεραμίου,
15. θερμαίνεσθαι κατὰ πᾶν μέρος ὁμοίως αὐτὸ βουλόμενος,
16. εἶτα μετὰ τὸν χρόνον τοῦτον λύσας, εὑρίσκω τὸ ἀγγεῖον
17. ἑψημένῳ παραπλήσιον τὸ σῶμα τῆς σκίλλης ἔχον, ἐξεῤῥυηκότα
18. δέ τινα καὶ χυλὸν αὐτῆς, ὃν ἀνελόμενος ἡδύνω μέλιτι
1. καλλίστῳ καὶ δίδωμι τούτῳ καθ’ ἑκάστην ἡμέραν ἓν κοχλιάριον
2. μεστὸν, τοῖς μὲν παιδίοις μικρὸν, τοῖς τελείοις δὲ μέγα.
3. καὶ μέντοι καὶ τὸ σωματῶδες ὅλης τῆς σκίλλης κόψας ἀκριβῶς
4. καὶ λειώσας μετὰ μέλιτος, δίδωμι κᾀκ τούτου κοχλιάριον
5. ἓν, ὡς προείρηται. δεύτερον τῇ δυνάμει τοῦτο γίνωσκε τοῦ
6. πρόσθεν εἰρημένου. ὅσοι δὲ ἑψήσαντες ἐν ὕδατι τὴν σκίλλαν
7. λειοῦσιν, ἐκλύουσι τὴν δύναμιν αὐτῆς, ὥσπερ ὅσοι δι’ ὄξους,
8. ἰσχυρὸν μὲν σφοδρῶς ἐργάζονται τὸ φάρμακον, οὐκ ἀβλαβὲς
9. δὲ τῶν νεύρων.

Cliquer un n° de page pour en afficher l’image