Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 1.1, ed. Kühn, 1826, vol. 11, p. 379-381. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.1

[Capitulum 1] ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ
ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΒΙΒΛΙΟΝ Α.

1. Τὰς τῶν ἁπλῶν φαρμάκων δυνάμεις
2. ἀκριβῶς ἐπίστασθαι πηλίκον ὄφελός ἐστιν εἴς τε τὴν τῶν
3. ποικίλων σύνθεσιν καὶ τὴν τῶν εὑρημένων ἤδη χρῆσιν εὔκαιρον,
4. οὐ νῦν δέομαι δεικνύναι. τὸ μὲν γὰρ ἐν τοῖς τῆς περὶ
5. φαρμάκων συνθέσεως ἀποδειχθήσεται, τὸ δὲ ἐν τοῖς τῆς
6. θεραπευτικῆς μεθόδου γράμμασιν. ἀλλ’ ὅπερ εστὶν ἐφεξῆς
7. τῆς περὶ κράσεων πραγματείας, τοῦτο ἐνταῦθα λεχθήσεται,
1. πρότερόν γε διαστειλαμένων ἡμῶν τὰ σημαινόμενα τῶν λέξεων
2. καὶ τῶν ὀνομάτων οἷς χρησόμεθα κατὰ τόνδε τὸν λόγον.
3. φάρμακον μὲν δὴ πᾶν ὅ τί περ ἂν ἀλλοιωτικὸν ᾖ τῆς φύσεως
4. ἡμῶν ὀνομάζομεν, ὥσπερ, οἶμαι, καὶ τροφὴν ὅ τί περ ἂν
5. αὐξητικὸν ᾖ τῆς οὐσίας, ἄμφω γὰρ ἐν τῷ πρός τι. τὸ δὲ
6. ἁπλοῦν φάρμακον ὠνόμασται μὲν καὶ αὐτὸ κατὰ τὴν πρὸς
7. τὸ σύνθετον ἀντίθεσιν, ἔστι δὲ τὸ κατὰ τὴν ἑαυτοῦ φύσιν
8. ἔχον εἰλικρινῶς. ἡ δὲ δύναμις αἰτία τίς ἐστιν δραστική.
9. ταύτης δὲ δὴ ἡ μὲν κατ’ ἐνέργειαν, ἡ δὲ ἐν τῷ μέλλειν ἐστίν.
10. κατ’ ἐνέργειαν μὲν ἡ τοῦ θερμαίνειν ἐν πυρὶ καὶ τοῦ ψύχειν
11. ἐν κρυστάλλῳ, ἐν τῷ μέλλειν δὲ ἡ τοῦ μὲν θερμαίνειν ἐν
12. πυρέθρῳ καὶ καστορίῳ καὶ τοῖς ὁμοίοις, τοῦ δὲ ψύχειν ἐν
13. ὑοσκυάμῳ καὶ μανδραγόρᾳ καὶ τοῖς παραπλησίοις. τὸ μὲν οὖν
14. εἶναί τινα δύναμιν, ἔν τε τοῖς καθαρτικοῖς φαρμάκοις καθαρτικὴν
15. καὶ τοῖς ἐμετικοῖς ἐμετικὴν καὶ τοῖς πταρμικοῖς πταρμικὴν
16. καὶ τοῖς βηχικοῖς βηχικὴν, καὶ καθ’ ἕκαστον δὴ τῶν
17. ἄλλων ἔργων παρώνυμον τῷ γιγνομένῳ πρὸς αὐτῶν, σχεδὸν
18. οὐδεὶς ἀμφισβητήσει. τίς δέ ἐστιν ἡ οὐσία τῆς δυνάμεως ταύτης,
1. ἔνιοι μὲν ἄγνωστον ὑπέλαβον, ὥσπερ οἵ τε σκεπτικοὶ
2. φιλόσοφοι καὶ τῶν ἰατρῶν οἱ κληθέντες ἐμπειρικοί. διηνέχθησαν
3. δὲ πρὸς ἀλλήλους καὶ οἱ γνωστὴν εἶναι φάντες. τινὲς
4. μὲν γὰρ εἴς τε τὰ μεγέθη καὶ τὰ σχήματα καὶ τὰς θέσεις τῶν
5. ὄγκων τε καὶ πόρων ἀναφέρουσιν, ἔνιοι δὲ εἰς θερμότητα καὶ
6. ψυχρότητα καὶ ὑγρότητα καὶ ξηρότητα, κατὰ τὴν στοιχείωσιν
7. ἑκάτεροι τὴν ἑαυτῶν , ὥστε καὶ ἡμεῖς διὰ τοῦ περὶ τῶν καθ’
8. Ἱπποκράτην στοιχείων ἐδείξαμεν συγγραμμάτων, ἐκ θερμοῦ
9. καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τά τε τῶν ἄλλων ἁπάντων
10. σώματα καὶ τὰ τῶν ζώων γεγονέναι. ταύτας οὐσίας θησόμεθα
11. τῶν δραστικῶν δυνάμεων ἔν τε τοῖς ἄλλοις ἅπασι κᾀν τοῖς
12. φαρμάκοις. οὕτω γὰρ κᾀν τῷ τρίτῳ περὶ κράσεων ἐδέδεικτο·
13. καὶ χρή γε τὸν βουλόμενον ἕπεσθαι τοῖς νῦν λεγομένοις ἐν
14. ἐκείνῃ γεγυμνάσθαι τῇ πραγματείᾳ· καὶ γὰρ δὴ καὶ λέλεκται
15. πάνθ’ ὅσα χρὴ καθόλου περὶ φαρμάκων ἐπίστασθαι δι’ ἐκείνου
16. τοῦ συγγράμματος. καὶ νῦν μὲν οὐδὲν ἐροῦμεν ἐν ὅλῳ τῷ
17. γένει καινότερον· ὅσα δ’ ἐν ἐκείνῳ γέγραπται γενικῶς, ταῦτα
18. ἐν τοῖσδε τοῖς ὑπομνήμασιν ἰδικῶς ἐξεργασόμεθα.

Cliquer un n° de page pour en afficher l’image