12. Φαίνεται τοίνυν οὐδὲν τῶν ὁμολογουμένων
13. θερμῶν ταῖς δυνάμεσιν ἡμᾶς θερμαῖνον, πρὶν εἰς λεπτὰ καταθραυσθῆναι.
14. πέπερι οὖν ἁδρομερὲς εἴ τις ἐπιπάττοι τῷ δέρματι,
15. θερμότητος οὐκ ἂν οὐδεμιᾶς αἴσθοιτο. κατὰ ταὐτὰ δὲ
16. κᾂν εἰ κατὰ γλώττης ἐπιθείη, κᾂν εἰ καταπίοι, κᾂν ὁπωσοῦν
17. ἄλλως ἁδρομερεῖ χρήσαιτο, μὴ λειώσας ἀκριβῶς καὶ διασήσας
18. καὶ πάνυ λειώσας, ὡς χνοῶδες γενέσθαι. τὸ μὲν γὰρ ὡς
ㅤ
1. χνοῦς λεπτὸν κατὰ τοῦ δέρματος ἐπιπαττόμενον θερμαίνει,
2. καὶ μᾶλλον, εἰ ἀνατρίψαις αὐτὸ καὶ κατὰ τὴν ㅤγλῶτταν
3. ἐπιβαλλόμενον καὶ εἰς τὴν γαστέρα καταπινόμενον· ὁλοσχερὲς
4. δὲ καὶ ἁδρομερὲς ἐπιτιθέμενον οὔτε δέρμα θερμαίνει καὶ τῇ
5. γλώττῃ καὶ τῇ γαστρὶ βραχεῖαν θερμότητος αἴσθησιν ἐπιφέρει.
6. ἐπεὶ τοίνυν λεπτομερὲς μὲν καλεῖται τὸ ῥᾳδίως εἰς λεπτὰ
7. καταθραυόμενον, ἁδρομερὲς δὲ τὸ ἐναντίον, ὑπάρχει δὲ τοῖς
8. μὲν σκληροῖς καὶ γλίσχροις ἢ μόγις καὶ χαλεπῶς ἤ οὐδ’ ὅλως
9. εἰς λεπτὰ καταθραύεσθαι, τοῖς δὲ κραύροις καὶ μαλακοῖς
10. ἄνευ γλισχρότητος ἑτοίμως εἰς λεπτότατα λύεσθαι, πρόδηλον,
11. οἶμαι, τοὐντεῦθεν ὡς πολλὰ δυνάμει μέν ἐστι θερμὰ
12. καὶ ῥᾳδίως ἐκπυροῦται, θερμαίνει δὲ οὐ ῥᾳδίως ἡμᾶς. τὸ
13. μὲν γὰρ πῦρ ἁπάντων λεπτομερέστατόν τε ἅμα καὶ θερμότατον
14. ὑπάρχον εἴς τε τὸ βάθος αὐτὸ διικνεῖται ῥᾳδίως καὶ
15. καταθραύει καὶ λεπτύνει καὶ μεταβάλλει καὶ νικᾷ καὶ πρὸς
16. τὴν ἑαυτοῦ μεθίστησι φύσιν, ὁμιλοῦν πάντῃ καὶ κρατοῦν
17. τοῦ πλησιάζοντος, ἡ δ’ ἡμετέρα θερμασία πρὸς τῷ παχυμερὴς
18. εἶναι καὶ ἀτμώδης ἔτι καὶ ἀσθενής ἐστιν, ὡς μὴ ῥᾳδίως
ㅤ
1. μεταβάλλειν τὸ πλησιάζον. ἐδείχθη δὲ ἐν τῷ τρίτῳ περὶ κράσεων,
2. οὗ χωρὶς ἕπεσθαι τοῖς ἐν τῷδε λεγομένοις ἀδύνατον,
3. ὡς οὐδὲν τῶν θερμαίνειν ἡμᾶς φαινομένων ὁμοίως τῷ πυρὶ
4. θερμαίνειν πέφυκεν, ἀλλ’ ὡς εὐέξαπτος ὕλη. τὴν γὰρ ἀρχὴν
5. τῆς μεταβολῆς ἐκ τῆς ἐν ἡμῖν θερμότητος λαμβάνοντα, καθάπερ
6. οἱ ξηροὶ κάλαμοι παρὰ τοῦ πυρὸς ἀντιθερμαίνει τε
7. ἡμᾶς καὶ οἷον μόρια ἄττα τῆς ἐμφύτου γίνεται θερμασίας,
8. ὡς ἐκεῖνοι τοῦ πυρός. ὃ γὰρ ἦν πρότερον κάλαμος, τοῦτο
9. νῦν γίνεται πῦρ, ὥστε καὶ τὴν οὐσίαν ὅλην αὐξάνειν τοῦ
10. μεταβάλλοντος αὐτὸ πυρός. ἐδείχθη δὲ καὶ ὡς ἔνια βραχείας
11. μεταβολῆς ἔξωθεν τυχόντα κατὰ τὴν ἑαυτῶν ἤδη φύσιν
12. ἐπὶ πλεῖστον ἀλλοιώσεως προέρχεται. ὥστ’ οὐδὲν θαυμαστὸν,
13. εἰ τὴν μὲν ἀρχήν τι τῶν φαρμάκων τῆς πρώτης μεταβολῆς
14. ἐκ τῆς ἐν ἡμῖν ἴσχει θερμασίας, ἐπὶ πλέον δ’ ἐντεῦθεν καὶ
15. αὐτοῦ τοῦ μεταβάλλοντος προέρχεται. ἡ γὰρ ἰδιότης ἑκάστου
16. τῶν σωμάτων ἡ μὲν εὐφυὴς, ἡ δὲ ἀφυὴς εἰς θερμασίαν
17. ὑπάρχουσα ταῖς ἴσαις ἀρχαῖς οὐκ ἴσην τὴν αὔξησιν ἑπομένην
18. ἴσχει.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 1.11, ed. Kühn, 1826, vol. 11, p. 398-400. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩