12. ㅤἈλλὰ μὴν ὅτι γε τὸ μὲν ἐκτὸς πέρας
13. τοῦ δέρματος καὶ τυλῶδές ἐστι καὶ σκληρὸν καὶ ψυχρὸν, τὸ
14. δ’ ὑπ’ αὐτὸ βάθος ἅπαν, ὅσῳπερ ἂν εἴσω προερχώμεθα,
15. τοσούτῳ θερμότερον, οὐδεὶς ἀμφισβητεῖ. προσθεὶς δὴ τούτῳ
16. τῷ λόγῳ δύο ἑτέρας ἀρχὰς, ἐν ἄλλαις ἡμῖν πραγματείαις
17. ἀποδεδειγμένας, οὕτως ἤδη συλλογίζεσθαι δυνήσῃ τὸ πᾶν.
18. ἡ μὲν ἑτέρα τῶν εἰς τὴν ἀπόδειξιν ἀρχῶν, ἢ λημμάτων, ἢ
ㅤ
1. ἀξιωμάτων, ἢ προτάσεων, ἢ ὅπως ἂν ἐθελήσῃς ὀνομάζειν,
2. ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἀποδέδεικται, συνεχὲς μὲν
3. ἑαυτῷ τὸ πᾶν εἶναι δέρμα κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν, ἐν
4. χρόνῳ δὲ κατατιτρᾶσθαί τε καὶ πόρους ἔχειν παμπόλλους
5. ὁμοίως τοῖς κοσκίνοις. ἡ δ’ ἑτέρα τῶν εἰς τὸν συλλογισμὸν
6. χρησίμων προτάσεων ἐστὶ τὸ ἔκπνουν εἶναι καὶ εἴσπνουν τὸ
7. σῶμα πᾶν, ὡς Ἱπποκράτης ἔλεγεν. εἴρηται δὲ καὶ περὶ ταύτης
8. ἐπιπλέον ἐν τῷ περὶ χρείας σφυγμῶν, ἐπιδεικνύντων
9. ἡμῶν ὡς, ἐπειδὰν εἰς ἑαυτὰς ἕλκωσιν αἱ ἀρτηρίαι διαστελλόμεναι
10. πανταχόθεν καὶ διὰ πάντων ἐπισπώμεναι τῶν πόρων,
11. οὐκ ἀέρα μόνον ἢ ἀτμὸν ἕλκουσιν, ἀλλὰ καὶ πᾶν ὅ τι ἂν
12. εὔελκτόν τε καὶ λεπτομερὲς ὑπάρχον τῇ ῥύμῃ τῆς πνευματικῆς
13. οὐσίας ἑτοίμως ἕπεται. τούτων οὕτως ἐχόντων πολλαὶ
14. φλέβες καὶ ἀρτηρίαι ἀναστομοῦνται εἴς τε τοὺς πόρους τοῦ
15. δέρματος καὶ εἰς τὴν ἐντὸς αὐτοῦ ἐπιφάνειαν, εἴς τε τὰς τῶν
16. πόρων κατατρήσεις οὐκ ὀλίγα στόματα διήκειν ἀρτηριῶν τε
17. καὶ φλεβῶν ὑποληπτέον. οὐχ ἧττόν τε πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν
18. ὡς περαίνειν τοῖς στόμασιν. ὅσον δὲ ἀκριβῶς χνοῦς
ㅤ
1. ἐγένετο τοῦ πεπέρεως, ἐπισπᾶσθαι τὰς ἀρτηρίας ἅμα τῷ
2. πέριξ ἀέρι, εὐθὺς δὲ καὶ τοῦτο καὶ μεταβάλλεσθαι ὑπὸ τῆς
3. ἐμφύτου θερμότητος, διά τε σμικρότητα καὶ σύμφυτον ἐπιτηδειότητα,
4. πρὸς τὴν ὑπὸ τῆς θερμασίας ἀλλοίωσιν. οὐ
5. γὰρ ἄλλο γέ τι ἦν αὐτῷ τῷ θερμῷ κατὰ δύναμιν ὑπάρχειν,
6. ἔξω τοῦ πεφυκέναι θερμαίνεσθαι ῥᾳδίως. εἰ δ’ ἅπαξ ὑπάρξει
7. τοῦτο αὐτῷ, θαυμαστὸν οὐδὲν ἐστι πάντη τοῦ σώματος
8. ἐν τῷ χρόνῳ φερόμενον ἀντιθερμαίνειν αὐτὸ, καὶ διὰ τοῦτο
9. πρῶτα μὲν καὶ μάλιστα πρὸς τῶν τοιούτων φαρμάκων θερμαίνεσθαι
10. τὰ πρώτως ψαύσαντα μόρια, δεύτερα δὲ τὰ τούτοις
11. συνεχῆ καὶ οὕτως ἐφεξῆς ἤδη τρίτα τε καὶ τέταρτα
12. κατὰ τὴν τῆς θέσεως ἐγγύτητα συνεκθερμαίνεσθαι τῷ πρώτως
13. θερμανθέντι. ταῦτα ἐπιστημονικὴν μὲν ἔχει τὴν ἀπόδειξιν,
14. οὐ μὴν πιστήν γε τοῖς ἀγυμνάστοις περὶ τὰ πρῶτα.
15. χρὴ γὰρ κᾀν τοῖς περὶ στοιχείων λογισμοῖς γεγυμνάσθαι, κᾀν
16. τοῖς περὶ κράσεων τε καὶ περὶ χρείας σφυγμῶν ὑπομνήμασιν
17. καὶ πρὸ τούτων ἁπάντων ἐν ταῖς ἀποδεικτικαῖς ἠσκῆσθαι
18. μεθόδοις. ὀλίγοι μέν εἰσιν οἱ διὰ πάντων ἰέναι δυνάμενοι.
ㅤ
1. πλὴν καὶ τούτοις ἀρκέσει, κατὰ γε τὴν ἐμὴν γνώμην, ἐν
2. αὐτοῖς τοῖς ἐναργέσιν ἀναστρέφεσθαι, βραχέων ἐπιλογισμῶν
3. ἁπτομένοις, ὥστε τὴν μὲν αἰτίαν δι’ ἣν οὐ θερμαίνει τὰ
4. τῶν ἀνθρώπων σώματα τὰ παχυμερῆ προσαγόμενα, κᾂν
5. θερμὰ τὴν φύσιν ὑπάρχη, μόνοις τοῖς ἕπεσθαι δυναμένοις
6. εἰρῆσθαι νομιζέτωσαν, αὐτοὶ δὲ διαρκείσθωσαν τῷ φαινομένῳ
7. διὰ τῶν αἰσθήσεων ἐναργῶς. φαίνεται δὲ ἐναργῶς
8. μηδὲν τῶν παχυμερῶν, πρὶν ἀκριβῶς ㅤκαταθραυσθῆναί
9. τε καὶ λεπτυνθῆναι, μήτ’ αὐτὸ πάσχειν ὑπὸ τοῦ σώματος
10. ἡμῶν μήτ’ ἀντιδρᾶσαί τι δυναμένου. οὐ γὰρ μόνον ἐπὶ
11. πεπέρεως, ἢ νάπυος, ἢ κάγχρυος, ἢ τῶν ἄλλων ἁπάντων
12. τῶν θερμαινόντων ἡμᾶς, ἀλλὰ καὶ ἐπὶ τῶν ψυχρῶν ταῖς
13. δυνάμεσιν ὡσαύτως ἔχει. μανδραγόρου γοῦν ῥίζης φλοιὸν,
14. εἴ τις εἰς μεγάλα καταθραύσας ἐπιθείη κατὰ τοῦ δέρματος, ἢ
15. καταπλάττοι ἢ καταπίοι παντελῶς, οὐδὲν ㅤἀνύσει, λεπτουργηθεὶς
16. δ’ ἱκανῶς ψύχειν πέφυκε. οὕτω δὲ καὶ τὸ τῆς μήκωνος
17. σπέρμα καὶ τὸ τοῦ κωνείου, καίτοι τοῦτό γε σφοδρότατον
18. ὑπάρχει τῶν ψυγόντων πρὶν ἀκριβῶς καταθραυσθῆναι, πλησιάζον
ㅤ
1. ἡμῶν τῷ δέρματι, παντάπασιν ἀσθενὲς ὑπάρχει. μὴ
2. τοίνυν θαυμάσῃς, εἰ κάλαμοι ξηροὶ καὶ τρίχες εὐέκκαυτα μὲν
3. οὐ μὴν ἡμᾶς γε θερμαίνει πλησιάζοντα. τὴν ἀρχὴν γὰρ, οὐδὲ
4. μεταβάλλεται πρὸς τῆς ἐν ἡμῖν θερμασίας, ἵνα ἀντιθερμάνῃ
5. διὰ τὸ μὴ δύνασθαι καταθραυσθῆναι χνοωδῶς· ἐπεὶ ὅ γε
6. κάλαμος ὁ ἐξ Ἰνδίας, ὃν καὶ ἀρωματίτην ὀνομάζουσιν, τῷ
7. κόπτεσθαί τε καὶ διασσᾶσθαι καὶ ὅλως τῷ καταθραύεσθαι,
8. μᾶλλον τοῦ παρ’ ἡμῖν ἐναργῶς φαίνεται θερμαίνων, ὡς καὶ
9. τοῖς πρεσβυτέροις ἡμῶν ἰατροῖς ὡμολόγηται πᾶσιν.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 1.13, ed. Kühn, 1826, vol. 11, p. 401-405. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩