Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 1.14, ed. Kühn, 1826, vol. 11, p. 405-407. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.14

10. Ἐπισκέπτεσθαι δὲ, ὡς εἴρηται, μὴ μόνον
11. εἰ παχυμερής ἐστιν ἢ λεπτομερὴς ἡ τῶν ἐξεταζομένων φαρμάκων
12. οὐσία, ἀλλ’ εἰ καὶ ἀραιὰ καὶ πυκνή. λέγω δὴ ἀραιὰν
13. ἧς τὰ μόρια διαλαμβάνεται χώραις κεναῖς, ἐπισταμένων ἡμῶν
14. δηλονότι καὶ μεμνημένων ἀεὶ πῶς λέγεται χώρα κενὴ πρὸς
15. τῶν ἡνῶσθαι φασκόντων τὴν οὐσίαν, ὅτι μὴ καθάπερ Ἐπικούρῳ
16. καὶ Ἀσκληπιάδῃ δοκεῖ, ἀλλ’ ἔστιν ἀέρος πλήρης ἐν
17. ἅπασι τοῖς ἀραιοῖς σώμασιν ἡ κενὴ χώρα. τοιαύταις οὖν
1. εὐρυχωρίαις πολλαῖς, ὅταν ᾖ διειλημμένον τὸ σῶμα, ῥᾷον
2. ἐκπυροῦται τῶν πυκνῶν, κᾂν ὁμοίως αὐτοῖς τῆς κατὰ τὸ
3. θερμόν τε καὶ ψυχρὸν ἔχει κράσεως. ὁ γὰρ ἐν ταῖς εὐρυχωρίαις
4. ἀὴρ εὐπαθέστατος ὑπάρχων ἐκφλογοῦται μὲν αὐτὸς
5. εὐθέως κατὰ τὴν πρώτην τοῦ πυρὸς προσβολὴν, συνεκκαίει
6. δ’ αὐτῷ καὶ τὸ πᾶν σῶμα, πανταχόθεν ἕκαστον αὐτοῦ μόριον
7. προσλαμβάνον. εἴπερ οὖν τὰ σμικρὰ σώματα περιεχομένης
8. αὐτοῖς ἐν κύκλῳ φλογὸς ἐξάπτεται ἑτοίμως· φαίνεται
9. γὰρ τοῦτο ἐναργῶς εὐλόγως, τὸ ἀραιὸν σῶμα ταχέως ἐκπυροῦται,
10. τῶν ἐν τῷ βάθει μορίων ἁπάντων αὐτοῦ ψαυούσης
11. τῆς φλογός. οὕτως οὖν καὶ τοὺς ξηροὺς καλάμους τὸ πῦρ
12. ἐκκαίει ταχέως, κᾂν ἧττον ἑτέρας οὐσίας ὦσι θερμοὶ, διὰ
13. τὸ πλῆθος τῶν πόρων, οὓς πρότερον μὲν ἀὴρ κατειλήφει,
14. ψαύσαντος δὲ τοῦ πυρὸς ἡ φλὸξ ἐπινέμεται. ἀὴρ μὲν γὰρ
15. ἐκπυρωθεὶς φλόξ ἐστι, γῆ δὲ ἄνθραξ. ὅτι δ’ ἀερώδεις πόρους
16. παμπόλλους ὁ ξηρὸς κάλαμος ἔχει μέγιστον τεκμήριον ἡ κουφότης
17. αὐτοῦ. ξηρὸν γὰρ φύσει σῶμα κοῦφον ἄλλως οὐκ ἐγχωρεῖ
1. γενέσθαι, εἰ μὴ ἔχει κενότητα. κατὰ δὲ τὸν αὐτὸν τρόπον
2. καὶ κίσσηρις καὶ σπογγιὰ ξηρὰ καὶ πάνθ’ ὅσα σηραγγώδη καὶ
3. πολύκενα, κοῦφα τοῖς σταθμοῖς ἐστιν. οὕτω μὲν καὶ ὁ
4. κάλαμος οὐχὶ τῷ ξηρὸν εἶναι μόνον, ἀλλὰ καὶ τῷ πλείστου
5. μετέχειν ἀέρος, ἑτοίμως ἐκφλογοῦται, τῷ δ’ ἡμετέρῳ σώματι
6. δυσθέρμαντός ἐστιν, διὰ τὸ παχυμερὲς τῆς οὐσίας. ὅταν
7. οὖν τινος τῶν φαρμάκων ἐκ τῆς πρὸς τὸ πῦρ ὁμιλίας τεκμαιρόμενοι
8. τὴν κρᾶσιν, εἰ καὶ πρὸς ἡμᾶς φαίνεται τοιοῦτον,
9. ἐθέλομεν ἐξευρεῖν, εἰς τὴν τῆς οὐσίας αὐτοῦ σύστασιν ἀποβλεπτέον.
10. εἰ μὲν γὰρ λεπτομερής ἐστι καὶ συνεχὴς ἑαυτῇ, τὴν
11. αὐτὴν καὶ πρὸς ἡμᾶς ἐπιδείξεται φύσιν, ἥνπερ καὶ πρὸς τὸ
12. πῦρ. εἰ δὲ ἀραιά τε καὶ παχυμερὴς, ἐνδέχεται πρὸς μὲν τοῦ
13. πυρὸς ἀλλοιοῦσθαι ῥᾳδίως αὐτὴν, οὐ μὴν πρός γε τῆς ἐν ἡμῖν
14. θερμασίας, καὶ διὰ τοῦτο μηδὲ ἀντιθερμαίνειν ἡμᾶς.

Cliquer un n° de page pour en afficher l’image