Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 1.18, ed. Kühn, 1826, vol. 11, p. 411-413. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.18

3. Τούτων οὖν μεμνῆσθαι χρὴ, καὶ ὡς οὐ
4. ταὐτόν ἐστι τὸ ψύχεσθαι τῷ πήγνυσθαι, κᾂν ὅτι μάλιστα
5. διὰ τὸ ψύχεσθαι γίγνηται. τὸ μὲν γὰρ ψύχεσθαι ψυχράν
6. ἐστιν ἐπιδέχεσθαι ποιότητα, τὸ δὲ πήγνυσθαι σκληρύνεσθαι
7. διὰ ψύξιν. ὅσα τοίνυν ἐστὶ λεπτομερῆ σώματα, τῷ
8. πάσχειν ῥᾳδίως ἑτοίμως μὲν θερμαίνεταί τε καὶ ψύχεται,
9. πήγνυται δὲ οὐκ ἔθ’ ἑτοίμως, ὥσπερ ἀήρ τε καὶ πῦρ.
10. τὸ μὲν γὰρ ὅλως οὐ πήγνυται, ὁ δ’ οὐχ ὁμοίως ὑάλῳ καὶ
11. πίττῃ καὶ κηρῷ καὶ ῥητίνῃ καὶ ἀσφάλτῳ, καίτοι θερμοτάτη
12. γε ἡ ἄσφαλτος, ἀλλὰ τὸ παχυμερὲς αὐτῆς καὶ γεῶδες
13. εἰς τὸ πάχος τῆς πήξεως συντελεῖ. καὶ ἁψάμενος ἂν
14. εὕρῃς ἔτι θερμὴν ἤδη πεπηγυῖαν τελέως, ὥσπερ, οἶμαι,
15. καὶ ὁ μόλυβδος καὶ ὁ κασσίτερος ἔτι ζέοντα πέπηγεν
16. ὁμοίως. οὕτω τοι καὶ τὸ ὕδωρ Ἱπποκράτης ἔλεγεν, τὸ
17. ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον ἀεὶ κουφότατον.
18. ὅσῳ γὰρ ἂν ᾖ λεπτομερέστερον, τοσούτῳ ῥᾷον πάσχει.
1. λεπτομερέστερον δὲ τὸ γεώδους ἰλύος ἥκιστα μετέχον.
2. οὐχ ἁπλῶς οὖν οὐδ’ ὡς ἔτυχεν ἐκ τῶν πρὸς τὸ πῦρ
3. παθῶν τῆς ὕλης τεκμαίρεσθαι χρὴ τὴν πρὸς ἡμᾶς δύναμιν
4. αὐτῆς, ἀλλὰ μετὰ τῶν εἰρημένων διορισμῶν. ὅθεν οὐδ’
5. ἀσφαλὴς ἡ κρίσις ὁμοίως τῆς πρὸς ἡμᾶς αὐτούς. ἡ δὲ καὶ
6. ταύτης ἔτι προσωτέρω μετάβασις παντάπασιν σφαλερά·
7. καίτοι γε χρῶνται ταύτῃ πάμπολλοι τῶν ἰατρῶν, οἱ μὲν
8. πᾶν τὸ γλίσχρον θερμὸν εἶναι λέγοντες, οἱ δὲ πᾶν τὸ
9. στῦφον, οἱ δὲ πᾶν τὸ γλυκὺ, τὸ δ’ αὐστηρὸν ἢ τὸ στρύφνὸν
10. ἕτεροι. τινὲς δὲ καθ’ ἕκαστον αὐτῶν τἀναντία τιθέμενοι.
11. περὶ μὲν δὴ τῶν ἐν τούτοις σφαλμάτων ἐφεξῆς
12. ἐρῶ. νυνὶ δὲ συντελέσαι βούλομαι τὸν ἐνεστῶταστρυφνὸν λόγον,
13. ὡς εἰ κᾀκ τῆς πρὸς τὸ πῦρ κοινωνίας ἐθέλοι τις
14. κρίνειν τὴν ὕλην, οὐχ ἁπλῶς οὐδ’ ἀορίστως προσήκει κρίνειν,
15. οὐδ’ ὡσαύτως ἔχειν ἡγεῖσθαι τῶν κρινομένων ἕκαστον,
16. πρὸς ἄνθρωπόν τε καὶ πῦρ. ὕδωρ μὲν οὖν ἐναντιώτατόν
17. ἐστιν πυρὶ, ψυχρὸν καὶ ὑγρὸν ὑπάρχον τὴν δύναμιν.
1. ἅλμη δὲ καὶ θάλαττα καὶ τὸ ἀσφαλτῶδες ὕδωρ
2. καὶ τὸ θειῶδες οὐκ ἔθ’ ὡσαύτως. ἀποκεχώρηκε γὰρ ἅπαντα
3. τὰ τοιαῦτα τοῦ ὕδατος ἐπὶ τὸ θερμότερον. ἀλλὰ περὶ μὲν
4. τῶν αὐτοφυῶν ὑδάτων ἱκανὰ καὶ ταῦτα. καθ’ ἕκαστον γὰρ
5. τῶν φαρμάκων, ὧν τὰς ποιότητας αὐτὸ τὸ ὕδωρ δέδεκται,
6. τὸν λόγον ποιούμενοι, κᾂν εἴ τι νῦν ὑπὲρ αὐτῶν ἀσαφέστερον
7. ἢ ἐλλιπέστερον εἴρηται προσθήσομεν.

Cliquer un n° de page pour en afficher l’image