8. Ἐπὶ δὲ τὰ λοιπὰ τῶν ὑγρῶν φαρμάκων
9. ἤδη μεταβαίνωμεν, ὧν ἐν τοῖς μάλιστα περὶ ὄξους ἠμφισβήτηται,
10. τῶν μὲν ψυχρὸν εἶναι λεγόντων αὐτὸ, τῶν δὲ θερμὸν,
11. ἐνίων δὲ τινὰ μὲν θερμότητα διδόντων αὐτῷ, τινὰ δ’ ἀφαιρουμένων.
12. ὥσπερ οἱ λέγοντες οἶνον τεθνεῶτα καὶ νεκρὸν
13. εἶναι τὸ ὄξος. οὗτοι γὰρ ἀπολωλεκέναι μὲν αὐτό φασι τὴν
14. οἰκείαν οἴνου θερμότητα, σηπεδονώδη δέ τινα προσειληφέναι.
15. καὶ ἔγωγ’ ἂν ἐπῄνεσα τὴν γνώμην αὐτῶν, κἀξ ἑτοίμου προσηκάμην
16. καὶ συνεκινδύνευσα περὶ τὴν ἀπόφασίν τε καὶ δόξαν,
17. εἴ τινα μηχανὴν ἐξευρεῖν ἠδυνάμην, ὥσπερ ἐν γάλακτι τῶν
ㅤ
1. ἐναντίων μορίων τῆς διακρίσεως, οὕτω κᾀνταῦθα. νυνὶ δ’
2. ὅτι μὲν τὸ γάλα μὴ σύμπαν ὁμοιομερές ἐστι, μηδὲ ταὐτὸν
3. ἑαυτῷ πάντη, σαφῶς ἐπιδείκνυσιν ἡ σχίσις αὐτοῦ πολλῶν
4. τοῖς ἀνθρώποις ἐξευρημένων τρόπων εἰς τὴν διάκρισιν τῶν
5. τυρωδῶν μορίων ἀπὸ τῶν ὀῤῥωδῶν. οὐ μὴν ἐπί γε τοῦ
6. ὄξους οὔθ’ εὕρηταί τι τοιοῦτον οὔτ’ ἐναργῶς ἀποδεῖξαι
7. δυνατὸν ὡς ὅσον μὲν αὐτοῦ λεπτὸν καὶ ὑγρὸν ἀκριβῶς ἐστιν,
8. τοῦτο μὲν ψύχει, τὸ δὲ κατὰ τὴν τρυγὸς οὐσίαν ἐμφερόμενον
9. αὐτῷ, καθάπερ κᾀν τοῖς οἴνοις θερμαίνει· μόνως γὰρ ἂν
10. οὕτως ἐναργῶς ἐπιδείξειέ τις ἐξ ἐναντίων ταῖς δυνάμεσι συγκείμενον
11. αὐτὸ μορίων, ὥσπερ τὸ γάλα. πᾶσι μὲν οὖν τοῖς
12. ἐκ καρπῶν ἀποθλιβομένων γιγνομένοις ὑγροῖς ἐμφέρεταί τι
13. παχυμερὲς, ὃ δὴ καὶ ὑφιζάνει τῷ χρόνῳ, τρὺξ μὲν ἐπὶ τῶν
14. οἴνων, ἀμόργη δ’ ἐπ’ ἐλαίου καλούμενον. ἀνάλογον δὲ κᾀπὶ
15. τῶν ἄλλων ἁπάντων ὑπάρχει, κᾂν εἰ μὴ τέτευχεν ἰδίων ὀνομάτων,
16. ἡ οἷον τρὺξ ἐν αὐτοῖς. ἔστι δή τι τοιοῦτον κᾀν τῷ
17. ὄξει καὶ τάχα, τὸ μὲν τῆς θερμότητος μετέχον ἐστὶ τοῦτο τὸ
18. δὲ τῆς ψύξεως, τὸ λεπτόν. ἴσως δὲ καὶ κατ’ αὐτὸ τὸ λεπτὸν
ㅤ
1. ἐμφέρεταί τι σμικρὸν ἐν πολλῷ παρεσκευασμένον, τῆς ἑτέρας
2. φύσεως ἢ τὸ ὅλον ἐστιν. ὅτι μὲν γὰρ πλείονι μοίρᾳ ψυχρὸν
3. ἢ θερμόν ἐστιν, ἐναργῶς οἶμαι φαίνεσθαι τοῖς ἀληθῶς ἐξετάζουσιν
4. τὴν αὐτοῦ δύναμιν.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 1.19, ed. Kühn, 1826, vol. 11, p. 413-415. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.19
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩