1. Πρῶτον μὲν δὴ καὶ μάλιστα τὴν βάσανον
2. τῆς κρινομένης δυνάμεως ἀπ’ αὐτοῦ χρὴ ποιεῖσθαι τοῦ πράγματος,
3. πρὸς ὃ λέγεται. οὐδὲ γὰρ εἰ ἀνθρώπῳ ψυκτικὸν τὸ
4. κώνειον, ἤδη καὶ ψαρὶ, οὐδ’ εἰ ψαρὶ ἀνθρώπων τρόφιμον, ἤδη
5. καὶ ἀνθρώπῳ. κατὰ ταὐτὰ δὲ οὐδ’ εἰ καθαρτικὸς ὁ ἑλλέβορος,
6. ἤδη καὶ ὀρτύγων, οὐδ’ εἰ τρόφιμος ἐκείνοις, ἤδη καὶ ἀνθρώποις.
7. ἐφεξῆς δὲ τὸ κατὰ συμβεβηκὸς διορίζεσθαι τοῦ πρώτως
8. τε καὶ καθ’ ἑαυτό. τὸ μὲν γὰρ ψυχρὸν ὕδωρ θέρμης ἐπανάκλησίν
9. ποτε ποιεῖται τῷ ψύχειν τὸ δέρμα καὶ συνάγειν
10. καὶ πυκνοῦν. ἕπεται γὰρ τούτῳ θέρμης ἐπανάκλησις, ὡς ἐν
11. τῷ τρίτῳ περὶ κράσεων ἐδείκνυτο. τὸ δὲ αὖ θερμὸν ψύχει
12. πολλάκις τῷ διαφορεῖν τὸν θερμαίνοντα χυμόν. εἰ γὰρ
13. ταῦτά τις διορισάμενος ἀκριβῶς ἐπὶ τὴν ἐξέτασιν ἀφίκοιτο
14. τῆς ζητουμένης δυνάμεως, οὐκ ἄν μοι δοκεῖ σφαλῆναι ῥᾳδίως.
15. ἀλλὰ τὸ μὲν ἀπὸ μηδενὸς ἄλλου ποιεῖσθαι τὴν
16. κρίσιν ἢ τοῦ πρὸς ὃ λέγεται καὶ πάνυ ῥᾴδιον, οὔτ’ εἰ
17. φθαρτικόν ἐστιν τῶν ἐντόμων ζώων τοὔλαιον, οὔτ’ εἰ
ㅤ
1. λιπαρὸν ἢ γλίσχρον ἢ κοῦφον ἐπισκοποῦντας, ὁπότε ζητοῦμεν
2. εἰ θερμαίνειν πέφυκεν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν
3. τὸ ἀνθρώπειον σῶμα. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτ’
4. εἰ τὴν χροιὰν ἐρυθρόν ἐστιν τὸ ῥόδον, οὔτ’ εἰ λευκὸν τὸ ψιμμύθιον.
5. οὐ γὰρ ἐξ ἀνάγκης οὔτε τὸ ἐρυθρὸν θερμὸν οὔτε
6. τὸ λευκὸν ψυχρόν ἐστιν, ἀλλ’ εἰ προσφερόμενα τοῖς σώμασιν
7. ἡμῶν ἐκθερμαίνει πρώτως καὶ καθ’ ἑαυτὰ καὶ μήτε διὰ μέσου
8. τινὸς ἑτέρου μήτε κατὰ ㅤσυμβεβηκὸς εἴη, κᾂν οὕτω γε,
9. θερμὰ τὴν δύναμιν, ὥσπερ εἰ καὶ ψύχει, ψυχρά. ἐπεὶ πόθεν,
10. ὦ πρὸς θεῶν, ἔχομεν εἰπεῖν εἰ θερμόν ἐστιν τὴν δύναμιν τὸ
11. λευκὸν πέπερι καὶ ὁ κόκκος ὁ Κνίδιος καὶ ὁ κνίκος καὶ ἡ τίτανος
12. καὶ ὁ λευκὸς ἑλλέβορος; ἢ πόθεν ὅτι ψυχρὸς ὁ Σάμιος
13. ἀστὴρ καὶ γῆ Σελινουσία καὶ ψιμμύθιον καὶ χιὼν καὶ γάλα;
14. λευκὰ μὲν γὰρ τὴν χρόαν ἐστὶ σύμπαντα τὰ εἰρημένα, κατὰ
15. μέντοι τὰς δυνάμεις αὐτῶν ἐναντιώτατα. ἔστι μὲν οὖν ἡ
16. χιών τε καὶ ἡ τίτανος τὴν χροιὰν ὁμοιότατα, κατὰ δὲ τὰς
17. δυνάμεις αὐτῶν ἐναντιώτατα, ἀλλὰ τὴν ἐναντίωσιν ἡ αἴσθησις
18. κρίνει. τῆς μὲν γὰρ χιόνος προσαγομένης, εὐθύς τε κατὰ
ㅤ
1. πρώτην προσβολὴν ψυχρᾶς αἰσθανόμεθα καὶ μέχρι περ ἂν
2. ἅπτηται, ψυχούσης ἀεὶ καὶ μᾶλλον. ὁρῶμεν δὲ μήθ’ ὑπομένουσαν
3. ἔτι μήτε σωζομένην, εἰ βραχείας ἐπιλάβηται θερμότητος.
4. ἡ δὲ τίτανος οὔτε κατὰ τὴν πρώτην προσβολὴν
5. φαίνεται ψύχουσα, καὶ μέχρι περ ἂν ἡμῖν πλησιάζῃ, θερμαίνει
6. σαφῶς ἀεὶ καὶ μᾶλλον. ᾧ καὶ δῆλον ὡς τῷ διαπαντὸς ἕν τι
7. ποιεῖν, ἄχρι περ ἂν ἡμῶν ἅπτηται τὸ φάρμακον, ἡ οἰκεία
8. αὐτοῦ δύναμις κριθήσεται.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 1.2, ed. Kühn, 1826, vol. 11, p. 382-384. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩