Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 1.20, ed. Kühn, 1826, vol. 11, p. 415-416. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.20

5. Καὶ θαυμάζω γε ὅπως εἰς τοσοῦτόν τινες
6. ἀπεφήναντο θερμὸν εἶναι τὸ ὄξος, ὡς καυτῆρι προσεοικέναι.
7. ταύτῃ γοῦν φασι καὶ τὰς αἱμοῤῥαγίας ἐπέχειν αὐτό.
8. πρῶτον μὲν γὰρ οὐκ ἂν ἐλάνθανε τὴν αἴσθησιν ἡμῶν ἡ
9. τοσαύτη θερμότης. ἔπειτα δὲ καὶ κατὰ τὴν αὐτῶν ἐκείνων
10. τῶν θερμῶν εἰκόνα πάντως ἄν που τοιοῦτον ὑπάρχον ἐσχάραν
11. εἰργάζετο τοῖς θερμοῖς φαρμάκοις ὁμοίως. ὁρῶμεν γὰρ
12. ἐπὶ τούτων ἐναργῶς, ὅταν αἷμα δι’ αὐτῶν ἐπισχεῖν βουληθῶμεν,
13. ἐσχάραν οὐ μικρὰν γενομένην, ὡς εἴ γε μὴ ποιήσῃς
14. ἐσχάραν, οὐδ’ ἐπέχεις τὸ αἷμα. γίγνεται γὰρ οἷον ἐπίθεμά τι
15. τῶν αἱμοῤῥαγούντων σωμάτων αὕτη. καὶ διὰ τοῦτο καὶ τὰ
16. καυτήρια προσφέρομεν αὐτοῖς ἀκριβῶς ἐκπεπυρωμένα, γινώσκοντες,
17. οἶμαι, τὰ μὴ τοιαῦτα πρὸς τῷ μηδὲν ἀνύειν ἔτι
18. καὶ βλάπτοντα καὶ παροξύνοντα τὰς αἱμοῤῥαγίας. οὐ γὰρ
1. δὴ κατὰ τὸν ἑαυτοῦ λόγον οὐδὲ τῷ θερμαίνειν τὸ πῦρ ἐφίστησιν
2. αὐτὰς, ἀλλὰ τὸ κατακαῦσαν οἷς ἂν ἐπιπέσοι, τὸ οἷον
3. ὑπόλειμμα τῆς καύσεως ἀπεργάζεται πῶμα τῶν ὑποκειμένων,
4. ὅπερ ἔθος ὀνομάζειν ἐστὶ τοῖς Ἕλλησιν ἐσχάραν. ἀλλὰ τό
5. γε ὄξος οὐδενὶ τῶν ἐσχαρούντων φαρμάκων ὁμοίως, ἀλλὰ
6. μᾶλλον, ὡς τὰ στύφοντα χωρὶς ἐσχάρας ἐπέχει τὰς αἱμοῤῥαγίας,
7. ὥστε ταύτῃ μὲν οὖν οὐ θερμαίνειν ἄκρως, ἀλλὰ ψύχειν
8. ὑποληφθείη. κάλλιον μέντοι, καθότι καὶ πρόσθεν εἴρηται,
9. τῶν τοιούτων ἀποχωρῆσαι τεκμηρίων· οὐ γὰρ ἐπὶ τὴν
10. αἴ θησίν ἀνάγει τὴν κρίσιν, οὐδ’ ἐκ τῶν παρακειμένων οὐδ’
11. ἐγγύθεν, ἀλλὰ πόῤῥωθέν τε καὶ διὰ μακρῶν λημμάτων συλλογίζεται.
12. καὶ δείξω τὴν ἀτοπίαν αὐτῷ ἐπὶ πλέον ἐν τοῖς
13. ἑξῆς λόγοις.

Cliquer un n° de page pour en afficher l’image