14. Ἡμεῖς μὲν οὖν κατὰ τὴν ἐξ ἀρχῆς μέθοδον
15. ἐπί τε τῶν ἀμέμπτως ὑγιαινόντων πειρασόμεθα τῆς
16. δυνάμεως αὐτοῦ, κᾄπειτ’ ἐφεξῆς ἐπὶ τῶν δυσκράτων, εἶτα
17. καὶ τῶν νοσούντων. σπόγγον οὖν ἢ ἔριον ὄξει βρέξαντες ἐπιθήσομεν
18. ὁτῳδήποτε μορίῳ τῶν ὑγιεινῶν σωμάτων, εἶθ’
ㅤ
1. ὥσπερ εἴρηται ἔμπροσθεν, ἔν τε τῷ παραχρῆμα πευσόμεθα
2. τῶν ἰδιωτῶν, ἀδεκάστως γὰρ ἐκεῖνοι τὰ τοιαῦτα κρινοῦσιν
3. τῷ μὴ δουλεύειν δόγματι, πότερα ψύξεως ἢ θερμασίας αἰσθάνονται.
4. δῆλον δ’ ὡς οὔτε ψυχρὸν ἄκρως οὔτε θερμὸν αὐτὸ
5. προσοίσομεν. εἴρηται γὰρ ἤδη καὶ περὶ τούτου πρόσθεν. εἰ
6. δὴ τοιοῦτον εἴη τὸ προφερόμενον ὄξος, καὶ μάλιστα εἰ μὴ παλαιὸν
7. σφόδρα μηδ’ ἐσχάτως δριμὺ, σαφοῦς αἰσθήσονται
8. ψύξεως, ἐκ τοῦ παραχρῆμα καὶ μετὰ μίαν ὥραν καὶ δύο καὶ
9. τρεῖς καὶ τέτταρας, ἐξ ὑστέρου μέντοι καὶ θερμασίας τινὸς
10. ἤδη κατὰ βραχὺ γεννωμένης ἐν τῷ μορίῳ, φαντασίαν τινὰ
11. ἕξουσιν. δριμέος δ’ ἰσχυρῶς ὄντος τοῦ ὄξους κατὰ μὲν τὴν
12. ἀρχὴν κᾀπὶ τούτῳ ψύχεσθαι φήσουσιν, ταχέως μέντοι τῆς
13. ὑποστρεφομένης αἰσθήσονται θερμασίας καὶ οὐ μετὰ πολὺν
14. χρόνον, ὡς ἐπὶ τοῦ νεωτέρου τε καὶ μὴ πάνυ δριμέος ὄξους.
15. ἐξ ὧν δῆλον ὡς ἔστι ψυχρὸν μὲν πάντως, ἤδη δὲ καὶ θερμασίας
16. τινὸς ㅤὀλίγης μετέχον, ἣ τῷ λόγῳ τῆς δριμύτητος
17. κατά τι συμβεβηκὸς ἐν τῷ χρόνῳ μετρίως ὑποθερμαίνει τὰ
ㅤ
1. σώματα, καίτοι γ’ οὐδὲ τοῦτο διαπαντὸς, ἀλλ’ ἐπ’ ἐνίων πέφυκε
2. δρᾷν. ὅσα οὖν χαῦνα καὶ ἀνώδυνα τῶν οἰδημάτων οὔτ’
3. ἐντῷㅤ παραχρῆμα θερμασίας αἴσθησιν, οὔτ’ εἰς ὕστερον
4. ἔχει χρωμένων ὄξει. κνῆσις μέντοι ἐπ’ αὐτῶν γίγνεται, δι’ ἣν
5. καὶ πολλάκις τοῖς ἄκρως χρωμένοις ἔρευθος ἐπιτρέχει λεπτὸν,
6. ὥστ’ οὐδὲ πρώτως, οὐδὲ κατὰ τὴν οἰκείαν τάξιν ὑποθερμαίνειν
7. δόξειεν ἂν, ἀλλ’ ἐρεθίζειν τῇ δήξει τῆς δριμύτητος.
8. ἐπεὶ δὲ ἅπαξ ἐπὶ τὰ παθήματα μετέβημεν ἀπὸ τῶν ὑγιαινόντων
9. σωμάτων, ἀναμνήσωμεν ὅσα πέφυκε δρᾷν ἐπὶ ταῖς
10. θερμοτάταις τε καὶ ψυχροτάταις διαθέσεσιν. ὅταν οὖν τις
11. ὑπὸ θαψίας ἐπαλειφθείσης διακαίηται, κατασβέννυσιν ὄξος
12. τὸ καῦμα. καὶ τοῦτ’ ἔξεστι τῷ βουλομένῳ πείρᾳ μαθεῖν,
13. ὥσπερ καὶ ἡμεῖς ἐποιήσαμεν ἐφ’ ἡμῶν αὐτῶν, ἐπὶ τῷ βάσανον
14. ἀκριβῆ λαβεῖν τῆς τοῦ φαρμάκου δυνάμεως, ἐπαλείψαντες
15. πολλαχόθι τὰς κνήμας, ἡνίκα μετὰ τέτταρας ὥρας καὶ πέντε
16. διακαίεσθαί τε καὶ φλεγμαίνειν ὑπήρξαντο, τῷ μὲν ὄξους, τῷ
17. δ’ ὕδατος προσεῤῥαίνομεν, ἑτέρῳ δ’ ἔλαιον, ἄλλο δὲ ῥοδίνῳ
18. ἐπηλείφομεν, ἄλλῳ δ’ ἄλλο τι τῶν ἢ δριμύτητας ἀμβλύνειν
ㅤ
1. ἢ θερμότητας ἐμψύχειν πεπιστευμένων, καὶ πάντων αὐτῶν
2. ἐνεργέστερον τὸ ὄξος ηὑρίσκετο. δῆλον οὖν ὡς οὐχὶ τῷ τὰς
3. δριμύτητάς τε καὶ δήξεις ἀμβλύνειν, ὁμοίως ἐλαίῳ τε καὶ
4. ῥοδίνῳ, καὶ γὰρ καὶ αὐτὸ πέφυκε ποιεῖν ταῦτα, ἀλλὰ τῷ ψύχειν.
5. εἰ γάρ οὐκ ἐνδέχεται μὲν ἄλλως ἰᾶσθαι τὰς ἀπὸ τῆς
6. θαψίας φλεγμονὰς αὐτὸ, πλὴν ἢ τῷ ψύχειν ἢ τῷ τὰς δήξεις
7. τε καὶ δριμύτητας ἀμβλύνειν, οὐχ ὑπάρχει δ’ αὐτῷ θάτερον,
8. ἀνάγκη ἄρα κατὰ τὸ λοιπὸν ἰᾶσθαι· καὶ τῶν ἄλλων δὲ τῶν
9. θερμῶν ἁπάντων παθημάτων, τῶν μὲν μᾶλλον, τῶν δ’ ἧττον
10. ἐμψυκτικὸν ὑπάρχει, φλεγμονῶν, ἑρπήτων, φυγέθλων, ἐρυσιπελάτων,
11. ἀνθράκων. ὥστε εἰ μὴ τὸ σφοδρόν τε καὶ τραχύ
12. τῆς δυνάμεως αὐτῷ λυπηρὸν ἦν, οὐκ ἂν ἄλλῳ τινὶ πρὸς ἔμψυξιν
13. ἐχρώμεθα.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 1.21, ed. Kühn, 1826, vol. 11, p. 416-419. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.21
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩