14. Καίτοι τινὲς αὐτὸ δὴ τοῦτο μέγιστον γνώρισμα
15. τίθενται τῆς θερμότητος αὐτοῦ. μὴ γὰρ ἄν φασιν μήτε
16. δριμὺ μήτε δακνῶδες εἶναι μήτε διαβρωτικὸν μήτε τραχυντικὸν,
17. εἰ μή γε θερμότητος αὐτῷ μέτεστι δαψιλοῦς. ὡς γὰρ
18. τοῦ ψυχροῦ τὸ συνάγειν τε καὶ πυκνοῦν, οὕτω τοῦ θερμοῦ
ㅤ
1. τὸ τέμνειν τε καὶ διαιρεῖν ὑπάρχον ἴδιον, ὅπερ οὐχ ἥκιστα
2. προσεῖναι τῷ ὄξει. τέμνειν γὰρ αὐτὸ καὶ διαβιβρώσκειν οὐ
3. τὰ τῶν ζώων σώματα μόνον, ἀλλὰ καὶ θρόμβους καὶ πώρους
4. καὶ λίθους καὶ κέραμον καὶ χαλκὸν καὶ σίδηρον καὶ μόλυβδον
5. καὶ σχεδὸν ὥσπερ τῷ πυρὶ καὶ τούτῳ πάντ’ εἶναι βάσιμά τε
6. καὶ πόριμα, μηδεμίας οὐσίας ὑπομενούσης αὐτὸ μηδ’ ἀντιστῆναι,
7. ἢ ἀντισχεῖν τῷ βιαίῳ τῆς διεξόδου δυναμένης. εἶναι
8. γὰρ δὴ καὶ λεπτομερὲς αὐτὸ, παραπλησίως τῷ πυρὶ, καὶ τούτου
9. μαρτύριον οὐ σμικρὸν μὲν οὐδὲ τὴν ἁφὴν ὑπάρχειν, ἀλλὰ
10. γευομένοις τοιοῦτον φαίνεσθαι καὶ διηθεῖσθαι τῶν λεπτοτάτων
11. ὑφασμάτων, ἑτοιμότερον ὕδατος καὶ πάντα διαβιβρώσκειν,
12. ὡς ὀλίγῳ πρόσθεν εἴρηται. καὶ τί γὰρ ἄλλο ἢ πῦρ
13. τῷ λόγῳ τὸ ὄξος ἀποφαίνουσιν; ὥσπερ ἀμέλει καὶ οἱ τῇ
14. ψύξει φάσκοντες αὐτὸ διαλύειν τοὺς θρόμβους, ἐκ τοῦ θλίβειν
15. τε καὶ πιλεῖν καὶ σφίγγειν, ἅπαντα πανταχόθεν ὥσπερ
16. ἂν εἰ καὶ τοῖς δακτύλοις τις τοῖς ἑαυτοῦ ἔθλασε λαμβάνων.
17. ㅤὑπερεκπίπτουσι δὲ καὶ αὐτοὶ πάλιν εἰς τοσοῦτον, ὡς
18. καὶ τῆς χιόνος ἀποφαίνειν αὐτὸ ψυχρότερον. ἀλλὰ τῆς μὲν
ㅤ
1. ἀμετρίας ἑκατέροις ἐπιτιμῆσαι δίκαιον. οὔτε γὰρ εἰ ψυχρὸν,
2. ἤδη καὶ χιόνος ἀποφαίνειν αὐτὸ ψυχρότερον· οὔτε εἰ θερμὸν,
3. θερμότατον. οὐδὲ γὰρ οὐδ’ ἂν ἠμφισβητεῖτο περὶ τῆς δυνάμεως
4. αὐτοῦ, μὴ παρὰ τὸ μέσον πως τεταγμένου καὶ πολὺ
5. τῶν ἄκρων ἑκατέρων ἀποκεχωρηκότος. οὔτε γὰρ περὶ κωνείου
6. τις ἢ μανδραγόρου τῆς δυνάμεως ἠμφισβήτησεν οὔθ’ ὑπὲρ
7. καρδαμώμου καὶ κάγχρυος, ἀλλὰ τὰ μὲν ἅπασι τοῖς ἰατροῖς
8. ὡμολόγηται ψυχρὰ, τὰ δὲ θερμά. κατὰ δὲ τὸν αὐτὸν τρόπον
9. ὑοσκύαμος μὲν καὶ μηκώνιον ψυχρὰ, πέπερι δὲ καὶ νᾶπυ
10. θερμά. καὶ πρὸς τούτοις ἕτερα μυρία τὰ μὲν δυνάμει θερμὰ,
11. τὰ δὲ ψυχρὰ, πᾶσι τοῖς ἰατροῖς συμπεφώνηται.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 1.22, ed. Kühn, 1826, vol. 11, p. 419-421. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.22
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩