Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 1.23, ed. Kühn, 1826, vol. 11, p. 421-423. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.23

12. Τὸ δ’ ὄξος, ὥσπερ οὖν καὶ τὸ ῥόδινον, ὅτι
13. μὲν οὔτ’ ἄκρως ψυχρὸν οὔτε θερμόν ἐστιν, ἐξ αὐτοῦ τοῦ
14. διστάζεσθαι πρόδηλον. οὐδέτερον δέ πως ἑκάτερον αὐτῶν
15. ἀναγκαῖον εἶναι. τριχῶς δὲ τῶν οὐδετέρων λεγομένων, ὥσπερ
16. καὶ Ἡρόφιλος διῃρεῖτο, τῶν μὲν τῷ μετέχειν ἴσον ἀμφοτέρων
17. τῶν ἄκρων, τῶν δὲ τῷ μηδετέρου, τῶν δὲ νῦν μὲν τοῦδε,
18. νῦν δὲ τοῦδε, πάντως που καὶ ταῦτα ἢ κατά τι τῶν σημαινομένων,
1. ἤ τινα τῆς τῶν οὐδετέρων ἐστὶ φύσεως. ἐμοὶ μὲν
2. δὴ μᾶλλον δοκεῖ, τῷ μετέχειν ἑκατέρων τῶν ἄκρων καὶ τῷ
3. νῦν μὲν θερμαίνειν αἰσθητῶς δοκεῖν, αὖθις δὲ ψύχειν. οὕτως
4. οὖν οὐδέτερα λεχθείη ἂν καὶ ὄξος καὶ ῥόδινον. εἰ δέ τις καὶ
5. τῷ μηδετέρου τῶν ἄκρων μετέχειν ἐπιχειρήσειεν οὐδέτερα
6. δεικνύειν, εὐπορήσει μὲν ἴσως καὶ οὗτός τινων λόγων πιθανῶν,
7. οὐ μὴν ἀποδεικτικῶν τε καὶ ἐπιστημονικῶν. ἀκριβῶς
8. τοῦτο γινώσκειν μοι δοκῶ, καὶ μάλιστα περὶ ὄξους. τὸ μὲν
9. γὰρ ἑκατέρους εὐπορεῖν ἐπιχειρημάτων πιθανῶν, τούς τε ψυχρότατον
10. ἀποδεικνύντας αὐτὸ καὶ τοὺς θερμότατον, οὐ σμικρὸν
11. τεκμήριόν ἐστι τοῦ μετέχειν ἀμφοτέρων αὐτό. χαλεπὸν
12. μὴν ἱκανῶς πιστώσασθαι τῷ λόγῳ τὴν τῶν ἐναντίων μέθεξιν,
13. οὐκ ἔχοντας λῦσαι καὶ σχίσαι τὴν οὐσίαν αὐτοῦ, καθάπερ
14. ἐπί τε γάλακτος ἐργαζόμεθα καὶ ἄλλων παμπόλλων, ἃ
15. προϊὼν ὁ λόγος ἐκδείξει πάντα. καὶ διὰ τοῦτο ἐναργεστέρας
16. καὶ ἀκινδυνοτέρας ἀρχῆς ἐπιλαβέσθαι ποθοῦμεν. ἔστι δὲ,
17. ὡς ἐμοὶ φαίνεται, τὴν ἀρχὴν ἐκείνην θηρατέον, ἐκ τῆς λεπτομεροῦς
1. τε καὶ παχυμεροῦς φύσεως, ὑπὲρ ἧς εἴρηται μέντοι
2. μοι καὶ πρόσθεν, ἀλλὰ καὶ νῦν ἄμεινον ἐπιπλέον ὑπὲρ αὐτῆς
3. διελθεῖν, ἐπειδὴ καὶ Πλάτων φησὶ, περὶ τῶν ἀρχῶν χρὴ τοὺς
4. πλείστους γίγνεσθαι λόγους.

Cliquer un n° de page pour en afficher l’image