12. Πόθεν οὖν ἐνίοις αἴσθησις γίνεται θερμότητος
13. ἀμυδρᾶς; τάχα μὲν, ὡς ἔφην καὶ πρόσθεν, ἐξ ἐναντίων
14. σύγκειται δυνάμεων, ὁμοίως τῷ γάλακτι, τάχα δὲ καὶ
15. τῷ θερμότητος ἐπανάκλησιν ποιεῖσθαι. δύναιτο δ’ ἂν καὶ
16. τὸ τραχεῖάν τε καὶ ἀνιαρὰν ἔχον τὴν διέξοδον ἄλγημα ποιεῖν,
17. ἐπισπᾶσθαί τε ῥεῦμα θερμὸν τῷ τόπῳ. καὶ γὰρ τοῦτο
18. ἐναργές ἐστιν, ὡς ἐπιῤῥεῖ τι τοῖς ὀδυνωμένοις μορίοις. ἀλλὰ
ㅤ
1. πολὺ μὲν οὐκ ἂν ἐπιῤῥυῇ, τῷ ψυχρὸν εἶναι τὸ ὄξος καὶ
2. ἀποκρούεσθαι τὸ ἐπιφερόμενον. ὅσον δ’ ἀκριβῶς λεπτόν
3. ἐστι, ㅤδιαφεῦγον τοῦτο τὰς λαβὰς τοῦ φαρμάκου
4. παραῤῥεῖ τε καὶ στηρίζεται κατὰ τὸ μόριον, οὐκέτι παλινδρομοῦν,
5. ὥσπερ τὸ παχύτερον, ὀπίσω. φαίνεται γὰρ οὖν δὴ
6. καὶ λεπτὸν ἀκριβῶς, ἐπανθοῦν ἔρευθος τοῖς ὑπ’ ὄξους ἐρεθισθεῖσι
7. μορίοις. ἴσως δὲ καὶ ἄλλη τίς ἐστιν αἰτία γνωσθῆναι
8. μὴ δυναμένη. δι’ αὐτὸ γὰρ δὴ τοῦτο καὶ πόῤῥωθεν
9. ἄρχεσθαι τῆς τῶν δυνάμεων ἐξετάσεως ἐκώλυον, ὅτι περιπίπτειν
10. ἀναγκαῖόν ἐστι φυσικοῖς προβλήμασιν, οὐ σμικρὰς
11. ἔχουσιν ἀπορίας· ἡμῖν δὲ νῦν οὐχ ὡς φυσικοῖς ἀνδράσι
12. πρόκειται πάντων τῶν πραγμάτων τὰς αἰτίας ἐξευρίσκειν,
13. ἀλλὰ τὰς δυνάμεις τῶν φαρμάκων ἐπιγνῶναι, πρὸς τὸ χρήσασθαί
14. τε δεξιῶς αὐτοῖς ἀγαθούς τε δημιουργοὺς γίγνεσθαι
15. τῶν συνθέτων. ὅτι γὰρ οὐχ οἷόν τε καλῶς οὔτ’
16. αὐτὸν συνθεῖναι φάρμακον οὔθ’ ὑπ’ ἄλλου συγκειμένῳ
17. χρήσασθαι, πρὸ τοῦ τὰς τῶν ἁπλῶν φαρμάκων δυνάμεις
18. εἰδέναι, διά τε τῆς θεραπευτικῆς μεθόδου καὶ τῆς περὶ
ㅤ
1. συνθέσεως φαρμάκων ἱκανῶς ἐπιδείκνυται. τοῦτον οὖν
2. τὸν σκοπὸν ἐχούσης τῆς ἐνεστώσης πραγματείας, ἐπειδὰν
3. πρῶτον εὕρωμεν τὸ πρὸς αὐτῶν χρηστὸν, ἀποχωρεῖν δεῖ
4. προβλημάτων φυσικῶν, ἀπορίας ἐχόντων συχνάς. ὑπὸ τίνος
5. γὰρ κράσεως ἐν τῷ καθόλου πέφυκεν ὀξύτης καὶ γλυκύτης
6. καὶ πικρότης, ἁλυκότης τε καὶ αὐστηρότης καὶ δριμύτης,
7. ἑκάστη τε τῶν ἄλλων ποιοτήτων γίγνεσθαι; καὶ αὐτοῖς τοῖς
8. φυσικοῖς ἀνδράσι ζητοῦσιν ἀπορίαι μέγισταί τε καὶ πάμπολλαι
9. κατὰ τοὺς λόγους ἀναφαίνονται. ταύτας οὖν ἐγὼ
10. φυλάττεσθαι παραινῶ καθάπερ τινὰ κρημνὸν, ἔχοντάς γε
11. λεωφόρον ὁδὸν, ᾖ κρίνειν ἐγχωρεῖ τὰ φάρμακα, καὶ πρῶτον
12. μὲν ὅπερ ἤδη μοι καὶ μικρὸν ἔμπροσθεν εἴρηται, λογίζεσθαι
13. τὸ μηδεμίαν ἀμφισβητεῖσθαι δύναμιν τῶν ἰσχυρῶς
14. θερμαινόντων ἢ ψυχόντων φαρμάκων, ἀλλ’ οἷς τοῦτο συμβέβηκεν,
15. οὐδετέρας ὑπάρχειν. ἔπειτα δὲ ὡς ἐξ ἐναντίων
16. δυνάμεων σύγκειται πολλὰ τῶν ἁπλῶν ὡς πρὸς αἴσθησιν.
17. οὐ γὰρ τὸ γάλα μόνον, ἀλλὰ καὶ τὰ θειώδη καὶ τὰ ἀσφαλτώδη
18. καὶ τὰ νιτρώδη καὶ πάνθ’ ὅσα τοιαῦτα τῶν αὐτοφυῶν
ㅤ
1. ὑδάτων ἐστὶν, ἐξ ἐπιμιξίας ἐγένετο τῶν ἐναντίων δυνάμεων,
2. εἴ γε ψυχρὸν μὲν καὶ ὑγρόν ἐστι κατὰ τὴν ἑαυτοῦ
3. φύσιν τὸ ὕδωρ, ἄσφαλτος δὲ καὶ θεῖον καὶ μῖσυ καὶ χαλκῖτις
4. καὶ τἄλλα τὰ τοιαῦτα θερμά. μεμνῆσθαι δὲ καὶ
5. τοῦ πολλὰ μὲν τῶν θερμῶν εἶναι παχυμερῆ, πολλὰ δὲ τῶν
6. ψυχρῶν λεπτομερῆ καὶ κατὰ ταύτας τὰς ἀρχὰς ἀσφαλῶς
7. ἀποφαίνεσθαι περὶ τῆς τῶν φαρμάκων δυνάμεως. αὐτίκα
8. γὰρ ἀρκεῖ λεπτομερὲς εἰπεῖν. καὶ ψυκτικὸν καὶ ξηραντικὸν
9. τὸ ὄξος, ἀποχωρήσαντα τῶν φυσικωτέρων ὑπὲρ αὐτοῦ
10. λογισμῶν. ἐκ γὰρ τοῦ ταῦτα γινώσκειν εἴσεταί τις ὅπως
11. χρὴ μιγνύναι τοῖς ἄλλοις φαρμάκοις αὐτό.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 1.26, ed. Kühn, 1826, vol. 11, p. 425-428. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.26
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩