12. Ταῦτα μὲν οὖν μέμφομαι τοῖς ἀδολεσχήσασιν
13. περὶ τῆς δυνάμεως αὐτοῦ μακρὰ, καὶ τούτων ἔτι
14. μᾶλλον ὀλίγου δεῖν ἅπασι τοῖς ἰατροῖς, ὅτι μὴ διεστήσαντο
15. κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἁπάντων τῶν ἁπλῶν
16. φαρμάκων ἤρκεσεν αὐτοῖς ταυτὶ μὲν, εἰ τύχοι, θερμαίνειν
17. φάναι, ταυτὶ δὲ ψύχειν, καὶ ταυτὶ μὲν ξηραίνειν, ταυτὶ δὲ
18. ὑγραίνειν, οὐ γὰρ τοῦτο χρήσιμονㅤ ἁπλῶς οὑτωσὶ γνωσθὲν,
ㅤ
1. ἀλλὰ μέχρι πόσου μὲν ψύλλιον ψύχει, μέχρι πόσου καὶ
2. στρύχνος ἢ σκάνδυξ ἢ ψιμμύθιον, ἀνδράχνη τε καὶ θριδακίνη,
3. καὶ μέχρι πόσου μὲν κασία θερμαίνει, μέχρι δὲ πόσου
4. κινάμωμον, ἢ ἄμωμον ἢ ἀμάρακον. οὕτω δὲ καὶ ἐπὶ τῶν
5. ξηραινόντων τε καὶ ὑγραινόντων ταῖς δυνάμεσι φαρμάκων,
6. οὐ τὸ καθόλου μόνον ἐπίστασθαι χρὴ, ἀλλὰ τί μὲν πρῶτον
7. ἀποκεχώρηκεν τοῦ συμμέτρου τε καὶ μέσου τῶν ἐναντίων
8. ταῖς δυνάμεσιν, τί δ’ ἐφεξῆς ἐκείνῳ, καὶ τρίτην δὴ καὶ
9. τετάρτην καὶ πέμπτην, εἰ δυνατὸν, ἀπόστασιν οὕτω διαστείλασθαι,
10. σαφέσιν ὅροις ὁρισάμενον. ἐν γὰρ τῇ τοιαύτῃ
11. τῶν δυνάμεων ἐπιγνώσει τό τε τοῖς ἁπλοῖς αὐτοῖς χρῆσθαι
12. τεχνικῶς καὶ τὸ συνθεῖναι δύνασθαι κατὰ μέθοδον ἡμῖν
13. ὑπάρξει, καὶ πρὸς τούτοις καὶ αὐτοῖς ἤδη συγκειμένοις
14. ὀρθῶς χρήσασθαι. ἔστι μὲν οὖν χαλεπώτατον τοῦτο καὶ
15. πολλῆς ἀκριβείας τε καὶ τριβῆς δεόμενον, ἄρχεσθαι μὲν γὰρ
16. ἀπὸ τῆς πείρας ἐν ἅπασι τοῖς τοιούτοις ἀναγκαῖόν ἐστιν,
17. ὥσπερ ἤδη εἴρηται, ἀσφαλῶς δὲ συλλογίσασθαι φυλαττόμενον
ㅤ
1. ἐμπλέκειν ἑαυτὸν ἀπόροις ζητήμασιν. ᾧ καὶ θαυμάσειεν
2. ἄν τις τῶν τὰ τοιαῦτα ζητησάντων, ὁρῶν περιπίπτοντας
3. αὐτοὺς ἑαυτῶν χερσὶν ἐν τοῖς πλείστοις οἷς
4. ζητοῦσί τε καὶ γράφουσιν, ὥσπερ Ἡρόδοτον.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 1.27, ed. Kühn, 1826, vol. 11, p. 428-430. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.27
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩