3. Τῷ γὰρ λέγειν ὅτι καὶ τοῖς ἐμπειρικοῖς
4. ἀφορμὴν ἀντιλογίας παρασκευάζουσιν,ㅤ ἐξ ὧν ἑτοίμως
5. πιστεύουσιν ἁπάσαις ταῖς συνθέτοις δυνάμεσιν, ὥσπερ οὐκ
6. ἐγχωρεῖν ἡμαρτῆσθαί γε πολλὰς αὐτῶν καὶ μοχθηρῶς συγκεῖσθαι.
7. φήσουσι γὰρ οἶμαι καθάπερ καὶ λέγουσι, μάτην
8. ἡμῖν ζητεῖσθαι τὰς πρώτας τε καὶ δραστικὰς δυνάμεις ἑκάστου
9. τῶν φαρμάκων, φθανούσης τῆς ἐμπειρίας ἀναρίθμητόν
10. τι ἔχειν φαρμάκων ἁπλῶν καὶ συνθέτων πλῆθος, ἃ καὶ παρ’
11. αὐτοῖς πεπίστευται τοῖς μάτην ζητοῦσι ㅤτὰς πρώτας
12. δυνάμεις. εἰ γὰρ ἅπασαι μὲν αἱ κατὰ μέρος χρήσεις αὐτῶν
13. γινώσκονταί τε καὶ συμφωνοῦνται πᾶσιν, αἱ δ’ αἰτίαι καθ’
14. ἃς ἐνεργεῖ μήπω συμπεφώνηνται, δῆλον ὡς οὐκ ἐκ τῆς
15. τῶν πρώτων δυνάμεων γνώσεως οὔθ’ ἡ σύνθεσις οὔθ’ ἡ
16. χρῆσις εὕρηται τῶν φαρμάκων, ἀλλ’ ἡ μὲν ἐμπειρία ταῦτα
17. συνέθηκεν, ὁ λόγος δ’ ἄχρι τοῦ πιθανοῦ προέρχεται μόνον.
18. ταῦτα μὲν οὖν καὶ τοιαῦθ’ ἕτερα πολλὰ καλῶς δόξουσι
ㅤ
1. λέγειν οἱ ἀπὸ τῆς ἐμπειρίας ἰατροὶ πρὸς τοὺς ἅπασι τοῖς
2. ὁπωσοῦν γεγραμμένοις φαρμάκοις πιστεύοντας, αἰτίας τε
3. πιθανὰς ἐφαρμόττειν ταῖς ἐπαγγελίαις αὐτῶν προαιρουμένους.
4. ἐγὼ δὲ πρὸς τούτοις ἔτι κᾀκεῖνο εἴποιμ’ ἄν, ὡς
5. Ἡρόδοτος μὲν ἁπάσας τὰς ἄλλας αἱρέσεις μοχθηρὰς ὑπολαμβάνων,
6. πλὴν τῆς πνευματικῆς, Μητρόδωρος δὲ πλὴν τῆς
7. Ἀσκληπιάδου, καὶ Ζήνων πλὴν τῆς Ἡροφίλου, καὶ Ἑρμογένης
8. πλὴν τῆς Ἐρασιστράτου, καὶ ἄλλος τις ἄλλος ἁπάσας
9. πλὴν τῆς ἑαυτοῦ, περὶ τῶν συνθέτων φαρμάκων μόνων
10. ἀβασανίστως πιστεύουσιν ἅπασι τοῖς συγγράμμασιν, εἴθ’
11. ὁμοδόξων εἴτε καὶ τῶν ἐπιτυχόντων εἴη, καὶ πολλάκις γε
12. αἰτίας ἀποδιδόναι πειρῶνται πιθανὰς κάκιστα συγκειμένων
13. φαρμάκων· καὶ τὸ τούτου θαυμασιώτερον, ὅτι μηδεμίαν
14. ἔχοντες ὧν ἐπαινοῦσι πεῖραν, ἀλλ’ ἑτέροις πεπιστευσκότες,
15. ὥσπερ τις ἔναγχος ἐπαίνους μὲν διῄει πολλοὺς καὶ μεγάλους
16. φαρμάκου ποδαγρικοῦ, μεταξὺ δ’ αὐτοῦ λέγοντος ἐπιστάντος
17. τινὸς ποδαγρικοῦ μετρίως οὕτως ἔχοντος ὡς βαδίζειν
18. δύνασθαι, καὶ ἡμῶν κελευσάντων ἐπ’ ἐκείνου πρώτου
ㅤ
1. πεῖραν αὐτοῦ παρασχεῖν, ὁ μὲν ἐπέθηκε τῷ ποδὶ τὸ φάρμακον,
2. ὁ δ’ ἄνθρωπος ἄγρυπνός τε τῆς νυκτὸς ὅλης ἐγένετο
3. καὶ κατὰ τὴν ὑστεραίαν οὐ μόνον οὐ βαδίζειν ὡς
4. πρόσθεν, ἀλλ’ οὐδὲ φέρεσθαι δυνατὸς ἦν. οὕτως ἀβασανίστως
5. τε καὶ προπετῶς οἱ μὲν ἑτέροις πιστεύουσιν, οἱ δ’
6. ἑκόντες ἄλλους ἐξαπατῶσιν. εἰ δὲ καὶ πᾶσαι καλῶς εἶχον
7. αἱ συνθέσεις τῶν φαρμάκων ὧν μνημονεύουσιν, ἀλλὰ τήν
8. γε χρεῖαν τῆς θεωρίας αὐτῶν ἀνατρέπουσιν ἐξ ὧν πράττουσιν.
9. φασὶ γὰρ ἕνεκα τῆς τῶν συνθέτων φαρμάκων
10. κατασκευῆς τε καὶ χρήσεως ἐπισκέπτεσθαι τῶν ἁπλῶν τὰς
11. δυνάμεις, καὶ τούτων μάρτυρας ἐπικαλοῦνται σχεδὸν ἅπαντας
12. τοὺς παλαιοὺς, Ἐρασίστρατον, Ἡρόφιλον, Φιλότιμον, Διοκλέα,
13. Πραξαγόραν καὶ αὐτὸν Ἱπποκράτην. παραγενόμενοι δ’
14. ἐπὶ τὴν ἐξέτασιν αὐτῶν, ὡς γινώσκουσιν ἡμῖν ἤδη τὰς
15. συνθέτους δυνάμεις ἁπάσας, οὕτω διαλέγονται. καὶ πῶς
16. οὐ μάτην ζητεῖτε τὰς τῶν ἁπλῶν, εἴποι τὶς οἶμαι πρὸς
ㅤ
1. αὐτοὺς, εἰ τὰς τῶν συνθέτων ἤδη γινώσκετε; εἰ γὰρ ὧν
2. ἕνεκα τὴν ζήτησιν τῶν ἁπλῶν ἐνεστήσασθε, ταύτας ἤδη
3. γινώσκετε, περιττὸν τὸ ζητεῖν ἐκείνας. εἰ καὶ τοῦτό τις
4. αὐτοῖς συγχωρήσειεν, ἀλλὰ τό γε καὶ πρόσθεν ἤδη λελεγμένον
5. οὐκ οἶδ’ ὅπως ἀνάσχοιτ’ ἄν τις, ὅταν ἐναντία τοῖς
6. ἐναργῶς φαινομένοις, ἐκ λόγων μακρῶν ἐπιχειρῶσι
7. κατασκευάζειν.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 1.29, ed. Kühn, 1826, vol. 11, p. 431-434. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.29
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩