Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 1.3, ed. Kühn, 1826, vol. 11, p. 384-385. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.3

9. Τὸ γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔστ’ ἂν
10. ὁμιλῇ, θερμαῖνον ἀεὶ καὶ μᾶλλον, οὐ κατά τι συμβεβηκὸς,
11. ἀλλὰ κατὰ τὴν ἑαυτοῦ φύσιν ἐστὶ τοιοῦτον. οὕτω δὲ καὶ τὸ
12. ψῦχον ἀπ’ ἀρχῆς μέχρι τέλους ψυχρόν ἐστιν κατὰ τὴν ἑαυτοῦ
13. δύναμιν, οὐ κατὰ συμβεβηκός. εἰ δὲ μήτε ἀναμείνας
14. χρόνον ἐξ ὑστέρου τε μετὰ τὴν πλύσιν ἐξετάσεις τὴν δύναμιν
15. αὐτοῦ, σφαλήσῃ πολλαχόθεν. καὶ ἴσως δέ ποτε καὶ τὸ ψυχρὸν
16. ὕδωρ οὐ ψυχρὸν μόνον ἐρεῖς τὴν δύναμιν, ἀλλὰ καὶ
17. θερμόν. ὅτε μὲν ψῦχον φαίνεται, διὰ παντὸς, ἔστ’ ἂν ἡμῖν
18. πλησιάζῃ, ψυχρὸν, ὅτε δὲ πολλάκις ἐπανάκλησιν θερμότητος
1. ἤνεγκεν θερμόν. οὔκουν χρὴ ταῦτα παραλιπεῖν ἀδιόριστα καὶ
2. τῶν κρινομένων ἕκαστον φαρμάκων, ὡς κᾀν τοῖς περὶ κράσεως
3. ἐλέγετο. μηδεμιᾶς ἐπικτήτου ψύξεως ἢ θερμότητος
4. ἔστω μετέχον, ἵνα μὴ νοθεύσῃ τὴν φυσικὴν αὐτοῦ δύναμιν
5. ἡ ἐπίκτητος ποιότης. ἔτι τε πρὸς τούτοις, ὡς καὶ ταῦτ’ ἐλέγετο,
6. διωρίσθω σοι καὶ τροφὴ φαρμάκου καὶ μνημονευέσθω
7. πρός τι μὲν ἄμφω λεγόμενα, πολλαχόθι δὲ περὶ μίαν
8. οὐσίαν συνιστάμενα, καθ’ ὅ τι καὶ τοῦτο ἐπεδείξαμεν. οὐδὲν
9. δὲ ἧττον ὅτι τὰ μὲν ὅλαις ταῖς οὐσίαις εἰς ἄλληλα δρᾷ καὶ
10. πάσχει, τὰ δὲ κατὰ μίαν ἢ δύο ποιότητας· καὶ πρὸς τούτοις
11. τὰ μὲν εἶναι λεπτομερῆ, τὰ δὲ παχυμερῆ· λεπτομερῆ μὲν
12. ὅσα ῥᾳδίως εἰς λεπτὰ καταθραύεται, παχυμερῆ δὲ τἀναντία.
13. ἁπλῶς δὲ εἰπεῖν ἁπάντων μεμνῆσθαι χρὴ τῶν ἐν τῷ τρίτῳ
14. περὶ κράσεων εἰρημένων διορισμῶν, ἵνα κατ’ ἐκείνους ἐξετάζηται
15. τῶν πάντων εἴδους φαρμάκων ἡ δυνάμις.

Cliquer un n° de page pour en afficher l’image