10. Ἐγὼ δὲ ἀγαπήσαιμ’ ἂν, εἰ καὶ τὰ παρακείμενα
11. τοῖς διὰ τῶν αἰσθήσεων φαινομένοις ἐξευρεῖν ἀκριβῶς
12. δυναίμην, ἀφορίζων ἐν αὐτοῖς καὶ διακρίνων τὸ καθ’ ἑαυτὸ
13. τοῦ κατὰ συμβεβηκὸς, οἷον αὐτίκα θέρους ὥρᾳ πιόντες ὀξύκρατον
14. ἔνιοι, σαφῶς ἐμψύχονταί τε καὶ ἄδιψοι διατελοῦσιν,
15. ἀλλ’ οὔπω δῆλον εἰ διὰ τὸ ὄξος, ὀλίγον γὰρ πολλῷ τῷ ὕδατι
16. κεραννύντες αὐτὸ καὶ οὐδὲ θερμὸν, ἀλλὰ ψυχρὸν ὡς ἔνι
17. μάλιστα προσφέρονται. τάχα οὖν τις φαίη, διότι βραδύτερόν
18. ἐστι τὸ ὕδωρ καὶ πλεῖστον χρόνον ἐν τοῖς ὑποχονδρίοις διαμένει,
ㅤ
1. μήθ’ ὑποβιβαζόμενον μήτ’ ἀναδιδόμενον, διὰ τοῦτο
2. αὐτῷ μίγνυσθαι τὸ ὄξος, οἷον ὄχημά τι τῆς πάντη φορᾶς
3. γενησόμενον. οὕτω δὲ κᾂν μετ’ οἴνου ποθῇ τὸ ὕδωρ, ἀδιψότερον
4. ὑπάρχειν ἤπερ καθ’ αὑτὸ, ποδηγοῦντος αὐτὸ πρὸς
5. τὴν ἀνάδοσιν τοῦ οἴνου. τὴν μὲν οὖν ἔμψυξίν τε καὶ τὴν
6. τοῦ δίψους ἴασιν ἐπὶ τῷ ὕδατι γίγνεσθαι, ψυχρῷ καὶ ὑγρῷ
7. τὴν φύσιν ὑπάρχοντι. βοήθημα δ’ αὐτὸ καὶ οἷον πτέρωμα
8. τῆς εἰς πάντα τὰ μόρια τοῦ ζώου φορᾶς, τὸν
9. οἶνόν τε γίγνεσθαι καὶ ὄξος, οὐκ αὐτὰ ψύχοντά τε καὶ
10. ὑγραίνοντα. μόνα γὰρ ἂν οὕτω γε δίδοσθαι μᾶλλον ἢ
11. μετὰ ὕδατος, ὅτι ῥᾳδίως ὑπὸ λεπτότητος ἀναδίδοται καὶ
12. ἀποχωρεῖ τῶν ὑποχονδρίων. ἐπεὶ δὲ ἅπαξ εἰς τοῦτον ἀφικόμεθα
13. τὸν λόγον, οὐ χεῖρον ἀκριβῶς ἅπαντα διελθεῖν
14. αὐτόν. ὅτι μὲν γὰρ ἐγχωρεῖ καὶ ποδηγεῖν τῷ ὕδατι τὸ
15. ὄξος, οὐκ ἐμψύχειν αὐτὸ καὶ μὴ ποδηγεῖν μόνον, ἀλλὰ καὶ
16. ψύχειν, ἄντικρυς δῆλον. ὁπότερον δ’ ἀληθές ἐστιν ἐπισκέψεως
17. δεῖται. διορισθείη δ’ αὐτό γε τοιοῦτον, εἰ δοίη μέν
ㅤ
1. τινι καὶ οἶνον καὶ ὄξος, ἑκάτερον ἰδίᾳ καθ’ αὑτό. φαίνεται
2. γὰρ ἐπὶ μὲν τῷ οἴνῳ διψωδέστερος ἀεὶ γιγνόμενος ὁ
3. ἄνθρωπος, ἐπὶ δὲ τῇ τοῦ ὄξους πόσει ποτὲ μὲν διψωδέστερός
4. ἐστιν, ποτὲ δὲ ἀδιψότερος,
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 1.31, ed. Kühn, 1826, vol. 11, p. 435-437. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.31
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩