6. Ὥσπερ οὖν οὐκ ἀσφαλής ἐστιν ὁ πόῤῥω
7. τῆς αἰσθήσεως τοῦ δοκιμαζομένου φαρμάκου συλλογισμὸς,
8. οὕτως οὐδ’ ἡ τοῦ μιχθέντος ἑτέρῳ χρῆσις. αὐτὸ γὰρ χρὴ
9. καθ’ αὑτὸ μόνον ἐξετάζεσθαι τὸ κρινόμενον ἐπὶ τε τῶν
10. ὑγιαινόντων σωμάτων εὐκράτων τε καὶ δυσκράτων ἐπί τε
11. τῶν νοσούντων. εὐκράτων μὲν οὖν, ὥσπερ καὶ πρόσθεν
12. εἴρηται· δυσκράτων δὲ, ὥσπερ Ἱπποκράτης ἔλεγε, πικροχόλοις
13. μὲν φύσεσιν χρηστότατον ὑπάρχει ὄξος, ἐναντιώτατον
14. δ’ εἶναι μελαγχολικοῖς τὴν κρᾶσιν. ἐπὶ δ’ αὖ τῶν νοσούντων,
15. εἰ ἁπλοῦν ἐξ ἁπλῆς ἐξετάζοιτο διαθέσεως. εἰ δὲ καὶ
16. μίγνυτό ποτε μετ’ ἄλλου, χρὴ τὸ μιγνύμενον αὐτῷ μέσον
17. εἶναι τὴν κρᾶσιν, ὡς ἐφ’ ὕδατός τε καὶ κηρωτῆς ὁ πρόσθεν
ㅤ
1. λόγος ἀπέδειξεν. εὐλόγως γὰρ, οἶμαι, τὸ τῷ μηδετέρῳ
2. τῶν ἄκρων κατὰ τὴν κρᾶσιν, ἀλλ’ ὡς οἷόν τε μέσῳ
3. συμπεπλεγμένον αὐτὸ, τῶν ἀποτελουμένων αἴτιον γίγνεσθαι.
4. τῇ γοῦν ἁπλῇ κηρωτῇ μήτε θερμαινούσῃ μήτε ψυχούσῃ
5. τὸ ψυχρὸν ὕδωρ μιχθὲν ἔψυξεν ὅτι ψυχρὸν ἦν τῇ
6. κράσει. εἰ δέ γε τῶν θερμαινόντων ἔμιξάς τι τῇ τοιαύτῃ
7. κηρωτῇ, θερμαῖνον ἄν σοι τὸ φάρμακον ἐγένετο, καθάπερ
8. πολλάκις εὐφόρβιον, ἢ καστόριον ἐπεμίξαμεν ἐπὶ πολλῶν
9. διαθέσεων. οὕτως οὖν, εἴπερ ὄξος ἀναμίξαις ἀκριβῶς ἁπλῇ
10. κηρωτῇ, ψυχρότερον ἐργάσῃ πολλῷ τῆς κηρωτῆς τὸ φάρμακον,
11. ὡς ἂν ψυχροῦ τοῦ μιχθέντος ὑπάρχοντος. καί σοι
12. τοῦτο πρὸς ἐρυσιπέλατα καὶ φλεγμονὰς ἕρπητάς τε καὶ
13. ἄνθρακας ἀγαθὸν ἔσται φάρμακον· εἰ δέ γε τὸ μικτὸν ὡς
14. ἁπλοῦν ἐξετάζοις, καὶ γὰρ αὖ καὶ τοῦτο ποιοῦσιν, ἁμαρτήσεις
15. τὰ μέγιστα. κολλητικὸν γὰρ ἑλκῶν οὐκ ὄξος χρὴ
16. λέγειν, ἀλλ’ ὀξύκρατον, ἕτερόν τι παρὰ πολὺ τὴν φύσιν
ㅤ
1. ὄξους ὑπάρχον. ὥσπερ γὰρ οὐδὲ σαρκωτικὸν ἑλκῶν ἰὸς,
2. ἀλλ’ ἡ κηρωτὴ προσλαβοῦσα βραχὺ μόριον ἰοῦ, κατὰ τὸν
3. αὐτὸν τρόπον οὐδ’ ὄξος κολλητικὸν, ἀλλ’ ὕδωρ ὄξους ἐλάχιστον
4. προσλαβὸν, αὐτὸ δὲ καθ’ ἑαυτὸ μόνον καὶ ψιλὸν
5. ὄξος ἱκανῶς παροξύνει τὰ κολλήσεως δεόμενα τῶν ἑλκῶν,
6. ὡς ἂν τῇ λεπτομερείᾳ διαβρωτικόν τε καὶ ὀδυνηρὸν ὑπάρχον.
7. οὔτ’ οὖν τὰ τοιαῦτα δεόντως λέγουσιν οὔθ’ ὅταν
8. ἀγνώστοις ἄγνωστα συνάπτωσιν.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 1.33, ed. Kühn, 1826, vol. 11, p. 438-440. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.33
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩