Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 1.34, ed. Kühn, 1826, vol. 11, p. 440-442. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.34

9. Οὐδὲν γὰρ ἀποδείξαντες ἰδίᾳ περὶ
10. τῶν κολληθησομένων, ἢ σαρκωθησομένων, ἢ ἐπουλωθησομένων
11. ἑλκῶν ἐξ ἐπαγωγῆς συλλογίζονται, τὰ στύφοντα πάντα
12. φάσκοντες ἑλκῶν εἶναι κολλητικά. χρὴ δ’ οὐκ ἐξ ἐπαγωγῆς,
13. ἀλλὰ δι’ ἀποδείξεως ἐν τῷ καθόλου τὰ τοιαῦτα λαμβάνεσθαι,
14. καθάπερ ἡμεῖς ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου ποιήσομεν
15. ὑπομνήμασιν, ἀλλ’ ἁπλῶς γε οὕτως ῥηθὲν ὁτιοῦν τῶν τοιούτων
16. οὐ μόνον ἀναπόδεικτον, ἀλλὰ καὶ ψεῦδός ἐστιν. οὔτε
17. γὰρ χαλκῖτις, οὔτε κηκὶς, οὔτε αὐτὰ τὰ λέμματα τῶν ῥοιῶν,
1. οὔτε ὀμφάκιον, οὔτε στυπτηρία, πολὺ δὲ μᾶλλον οὔτε χαλκὸς
2. κεκαυμένος, οὔτε λεπὶς, οὔτε μίσυ κολλᾷν ἕλκη πέφυκεν,
3. ἕτερά τε μυρία τῶν στυφόντων ἐστὶν ἀδύνατα κολλᾷν. εἰ
4. δ’ ἄρα καὶ μὴ τοῦτό τις, ἀλλὰ τὰ κολλητικὰ πάντα στυπτικὰ
5. λέγοι, δειχθήσεται κᾀνταῦθα πολλὰ κολλῶντα χωρὶς
6. τοῦ στύφειν. οὐδέτερος οὖν ἀληθὴς λόγος ἁπλῶς καὶ
7. ἀδιορίστως λεχθεὶς, οὔθ’ ὅταν ἅπαντα φάσκωσι τὰ στύφοντα
8. κολλᾷν ἕλκος, οὔθ’ ὅταν πάντα τὰ κολλώμενα διὰ
9. τῶν στυφόντων κολλᾶσθαι. πολὺ δὲ δὴ καὶ τούτων ἔτι
10. μᾶλλον ἄτοπά τε καὶ ψεύδη λέγουσιν ἤδη καὶ περὶ τὴν
11. αἴσθησιν, ὅταν καὶ τὰ δακνώδη καὶ τὰ δριμέα καὶ τὰ
12. πικρὰ καὶ τὰ ἁλυκὰ καὶ πρὸς τούτοις ἔτι τὰ μαλακώτατα
13. καὶ ἥδιστα ταῖς ποιότησι στύφειν λέγουσιν, ὥσπερ οὐ τῆς
14. γεύσεως αἰσθητὸν τὸ στῦφον ὑπάρχον, ἀλλ’ ἐκ τῆς ἐκείνων
15. νομοθεσίας λαμβανόμενον. ἡ μὲν γὰρ ῥοιὰ καὶ τὸ μῆλον,
16. εἰ τύχοι, καὶ τὸ μέσπιλον, ἀπίων τέ τινα γένη καὶ μύρτα
17. καὶ οὖα καὶ οἶνος Ἀμυναῖος καὶ Μαρσὸς ἐναργῶς ἡμᾶς
18. στύφει. πυροὶ δὲ καὶ ζειαὶ καὶ κέγχροι Ἡρόδοτον μὲν
1. ἴσως ἔστυφον, τῶν δ’ ἄλλων ἀνθρώπων οὐδένα. μυρίων
2. γὰρ ἐπυθόμην ἐγὼ καὶ περὶ τούτων καὶ πολὺ μᾶλλον ἔτι
3. περὶ ἀμύλου, καὶ γὰρ καὶ τοῦτο στύφειν Ἡρόδοτός φησιν,
4. ὥσπερ οὖν καὶ τὸ πέπερι, στῦφον μηδ’ αὐτὸ μηδένα τῶν
5. ἄλλων ἀνθρώπων, ὅσοι καθαρῶς καὶ ἀδεκάστως ἐξετάζουσιν
6. τὰς ποιότητας. ἀλλ’ Ἡρόδοτος μὲν συνέχεεν εἰς ταὐτὸν
7. ἅπαντα, καὶ τὰ δριμύτατα ταῖς δυνάμεσιν καὶ τὰ ἄκρως διαβρωτικὰ
8. καὶ τὰ μαλακώτατα καὶ τὰ προσηνέστατα. πάντα
9. στύφειν ἔφησεν, ὡς ἐν τῷ καταψεύσασθαί τισι τῆς αἰσθήσεως
10. τὸ τοῦ νικᾷν ὑπάρχοντος. ἀλλ’ οὐκ αὐτὸ δή τοῦτο μέγιστον
11. δεῖγμα τῆς τῶν λόγων αὐτοῦ μοχθηρίας ἐσόμενον.

Cliquer un n° de page pour en afficher l’image